Ancient Greek · ~8 min
Book 15
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 15.24
Not analysed yet
Εἰ δὲ δύνασαι νοῆσαι τὸν λόγον ἀποκαταστάντα μὲν μετὰ τὸ γεγονέναι αὐτὸν σάρκα καὶ ὅσα γέγονε τοῖς γεννητοῖς, γινόμενος αὐτοῖς ὅπερ ἕκαστος αὐτὸν <ἐαυτῷ> ἔχρῃζε γενέσθαι, ἵνα τοὺς πάντας κερδήσῃ, καὶ ἀποκαταστάντα, ἵνα γένηται ὁποῖος »ἦν ἐν ἀρχῇ τὸν θεόν«, (θεὸς λόγος ὢν) ἐν τῇ ἰδίᾳ δόξῃ, ὡς λόγου τοιούτου δόξῃ. ὅψει αὐτὸν καθεζόμενον ἐπὶ θρονου νου δόξης αυτοῦ, καὶ οὐχ ἔτερον αὐτοῦ τὸν υἰὸν τοῦφ ἀνθρώπου, τὸν κατὰ τὸν Ἰησοῦν ἄνθρωπον νοούμενον· ἓν γὰρ οὖτος τῷ λόγῳ γίνεται, παντὸς μᾶλλον τῶν διὰ τὸ κολλᾶσθαι »τῷ κυρίῳ« γινομένων »ἓν πνεῦμα« πρὸς αὐτόν. τότε δέ, ἡνίκα ἂν ταῦτα ἐν τῇ ἀποκαταστάσει τοῦ σωτῆρος γένηται, καὶ οἱ ἀφέντες πάντα καὶ ἀκολουθήσαντες αὐτῷ καθεδοῦνται, ὡς σύμμορφοι γενόμενοι »τῷ σώματι« καὶ τῷ θρόνῳ τῆς δόξης τοῦ Χριστοῦ, ἐπὶ θρόνους δώδεκα κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. ὁ γὰρ ὅλος βίος τῶν δικαίων κρινεῖ τὰς μὴ πεπιστευκυίας δώδεκα φυλὰς τοῦ Ἰσραήλ, καὶ κρινοῦσί γε οἱ ἀπόστολοι καὶ οἱ τὸν ἀποστολικὸν ἐζηλωκότες βίον καὶ κατωρθωκότες τοὺς εὐγενεῖς μὲν (διὰ τὸ εἶναι αὐτοὺς Ἰσραηλίτας) οὐ τὰ ἄξια δὲ τῆς εὐγενείας πεποιηκότας. τάχα δὲ τὸ μὲν »ἐν ὑμῖν κρίνεται ὁ κόσμος« πρὸς Κορινθίους λελεγμένον λέγεται πρὸς τοὺς ἀπὸ τῶν ἐθνῶν, τὸ δὲ καθίσεσθε καὶ αὐτοὶ ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοὺ Ἰσραὴλ πρὸς τοὺς ἀποστόλους καὶ τοὺς τὸν ἀποστολικὸν βίον ἐζηλωκότας, κρινοῦντας τοὺς εὐγενεστέρους τοὺ ὅλου κόσμου ὄντας τὸν Ἰσραήλ. ἀλλὰ νόησον ἐν τούτοις ἀξίως τῆς μεγαλονοίας τοῦ εὐαγγελίου τὸν Ἰσραὴλ εὐγενῆ μὲν καὶ πεφυκότα κρειττόνως, οὐ πεπιστευκότα δέ. ἀνάγειν δὲ μετὰ τὸν περὶ τοῦ Ἰσραὴλ καὶ τὸν περὶ τῶν δώδεκα φυλῶν λόγον (ὥστε δώδεκα τάγματα εἰπεῖν γενικὰ ψυχῶν καὶ εὐγενεστέρων, ὧν αἱ μὲν διαφέρουσαι ἐν ὑπεροχῇ εἰσιν αἱ δὲ καθ᾿ ἕνδεκα μοίρας τεταγμέναι λοιπαὶ <ἐν> τάξει δευτέρᾳ), ὑπὲρ ἧμᾶς ἐστι μὴ τηλικαῦτα θεωροῦντας, ὡς δυνηθῆναι παραστῆσαι πῶς δώδεκά εἰσιν αστέρες οἱ πατέρες τῶν δώδεκα φυλῶν τοῦ Ἰσραήλ, ὥσπερ ἐδήλου τὸ προφητικὸν (ἵν’ οὕτως ονομάσω) ὄναρ τοῦ Ἰωσήφ. οἱονεὶ δὲ καὶ ἕκαστος τῶν κρινομένων Ἰσραηλιτῶν ὑπό τινος ἢ συνωνύμου ἄστρου ἢ ἄστρῳ παραπλησίου ἀποστόλου καὶ τοῦ τὸν ἀποστολικὸν βίον βιώσαντος κριθήσεται.