Ancient Greek · ~9 min
Book 15
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 15.30
Not analysed yet
Ἐπεὶ δὲ διάφοροί εἰσι παραβολαὶ ὀνομάζουσαι ἀμπελῶνα, ζητηθείη ἃν πότερον κατὰ διαφόρων πραγμάτων καθ’ ἕκαστον ὁ ἀμπελῶν παραλαμβάνεται ἢ κατὰ τοῦ αὐτοῦ Πράγματος. ἐγὼ νομί(ω δεῖν ἐξετάσαι <καὶ> διὰ τί οὐ πρὸς πάντας τοὺς ἐλθόντος πρώτους καὶ νομίζοντας ὅτι πλέον λήψονται καὶ γογγ; σαντας κατὰ τοῦ οἰκοδεσπότου ἀπεκρίνατο ὁ οἰκοδεσπότης, ἀλλ᾿ ἑνὶ μόνῳ εἶπεν αὐτῶν τὸ ἑταῖρε, οὐκ ἀδικῶ σε· οὐχὶ δηναρίου συνεφώνησάς μοί; καί· θέλω τούτῳ τῷ ἐσχάτῳ δοῦναι ὡς καὶ σοί. ὅτι μέν οὖν ταῦτα καὶ τὰ τούτοις παραπλήσια ἐπιδέχεταί ἡ ἐκκειμένη παραβολὴ ἃ ζητήσαι τις ἃν εἰς αὐτήν, διαβεβαιωσαίμην ἄν· ὅτι δὲ οὐκ ἔστιν κατ’ ἀξίαν εἰπεῖν εἰς τὴν παραβολὴν ἄλλον ἢ τὸν φήσαντα ἃν μετὰ τοῦ ἀληθεύειν τὸ ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν«, καὶ τοῦτο θαρρῶν ἀποφανοῦμαι. »τίς« οὖν ἄρα »ἔγων« τὸν ἐν τῇ παραβολῇ ταύτῃ »νοῦν Χριστοῦ« ἢ ὁ ἐμπαρασχὼν ἑαυτὸν τῷ παρακλήτῳ, περὶ οὗ φησιν ὁ σωτὴρ ὅτι »ἐκεῖνος ὑμᾶς διδάξει πάντα καὶ ὑπομνήσει ὐμᾶς πάντα ὅσα εἶπον ὑμῖν«; μὴ διδάσκοντος γὰρ τοῦ παρακλήτου πάντα ἃ εἶπεν ὁ Ἱησοῦς κοὶ ταύτην τὴν παραβολήν, οὐκ ἃν λέγοιτό τι ἄξιον Ἰησοῦ εἰς αὐτήν. καὶ εἰ τοιαῦτά γε ἐζήτουν κατὰ τὴν Ἰησοῦ φωνὴν ἀπὸ τοῦ παρακλήτου πάντες οἱ τὸ κατὰ Ἰωάννην εὐαγγέλιον ἀναγινώσκοντες, οὐκ ἂν προσέσχον τινέ· ς ὡς παρακλήτῳ »πνεύμασι πλάνης καὶ διδασκαλίαις δαιμονίων, ἐν ὑποκρίσει φευδολόγων, κεκαυτηριασμένων τὴν ἰδίαν συνείδησιν«, ὥστε τὰ τῆς πλάνης πνεύματα καὶ τὰ δαιμόνια ἀναγορεῦσαι τῷ μεγάλῳ τοῦ παρακλήτου ὀνόματι, ὅπερ ὁ σωτὴρ τοῖς ἀποστόλοις κοὶ εἴ τις τοῖς ἀποστόλοις παραπλήσιός ἐστιν ἐπηγγείλατο. καὶ πείθομαί γε ὅτι ὁ Ματθαῖος ᾔδει μέν τὰ κατὰ τὴν παραβολὴν ταύτην μυστήρια, ὡς καὶ τὰ κατὰ τὴν τοῦ σπόρου καὶ τῶν ἐπεσπαρμένων τῷ σίτῳ ζιζανίων, οὐκ ἔκρινε δὲ εὔλογον εἶναι ὁμοίως ταῖς περὶ ἐκείνων διηγήσεσι καὶ τὴν περὶ ταύτης ἀναγράψαι, μὴ πιστεύσας γράμμασι κἂν τὴν ἐπὶ ποσὸν τῆς παραβολῆς ταύτης σαφήνειαν, ὥσπερ ἐκείνων ἐξ ὅλων τὴν διήγησιν ἀνέγραψεν. εἰ δὲ εὐλόγως ὁ ματθαῖος τὴν περὶ τῆς παραβολῆς διήγησιν ἀπεσιώπησε, δηλονότι κἂν ἐκ μέρους τις αὐτὴν νοῆσαι δυνηθῇ, τάχα μὲν εὐλόγως ἂν αἰνίξαιτό <τι> τῆς φαινομένης διηγήσεως, οὐ μὴν πάντα τὰ ἀποκαλυπτόμενα αὐτῷ σαφηνίζων καὶ γραφῇ πιστεύων ἔξω κινδύνου τοῦ περὶ τῆς ἐκθέσεως τῶν μυστηριων εσται.