Ancient Greek · ~6 min
Book 15
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 15.29
Not analysed yet
Μὴ παρέργως δὲ ἐπιστησάτω τις καὶ τῷ ὀνίας <γενομένης> λέγειν τὸν τοῦ ἀμπελῶνος κυριον τῳ επιτροπῳ αυτου· κάλεσον τοὺς ἐργάτας καὶ ἀπόδος τὸν μισθόν, ἀθξάμενος μενος ἀπὸ τῶν ἐσχάτων ἕως τῶν πρώτων. τί δέ κεκίνηκε τὸν κύριον τοῦ ἀμπελῶνος, ὥστε κελεῦσαι τῷ ἐπιτρόπῳ καλέσαι τοὺς ἐργάτας καὶ ἀποδοῦναι τὸν μισθὸν ἀρξάμενον ἀπὸ τῶν ἐσχάτων, καὶ οὕτως ἀναβαβίνειν ἕως τῶν πρώτων, ἵνα πρῶτοι μὲν ἀπολάβωσιν οἱ τὴν ἐνδεκάτην, δεύτεροι δέ οἱ τὴν ἐννάτην καὶ τρίτοι οἱ τὴν ἕκτην καὶ μετὰ τούτους <τέταρτοι> οἱ τὴν τρίτην, καὶ τελευταῖοι οἱ πρωΐ; τοῦτο γὰρ σαφῶς δηλοῦται ἀπὸ τοῦ ἀπόδος τὸν μισθόν, ἀρξάμενος ἀπὸ τῶν ἐσχάτων ἕως τῶν πρώτων. τίς δὲ παρὰ τὸν κύριον τοῦ ἀμπλῶνος ὁ τοῦ κυρίου ἐπίτροπος, διδοὺς τὸν μισθὸν κατὰ τὸ τοῦ κυρίου πρόσταγμα; ἀλλὰ καὶ εἴπερ οἱ ἐν τῇ ἐννάτῃ κληθέντες ὥρᾳ οὐκ ἐβάστασαν τὸ βάρος τῆς ἡμέρας καὶ τὸν καύσωνα, δηλονότι οὐκ οὗτοι ἐγόγγυζον κατὰ τοῦ οἰκοδεσπότου λέγοντες ὅτι οὗτοι οἱ ἔσχατοι μίαν ὥραν ἐποίησαν, καὶ ἴσους ἡμῖν αὐτοὺς ἐποίησας τοῖς βαστάσασι τὸ βάρος τῆς ἡμέρας καὶ τὸν καύσωνα. ἀλλ᾿ οὐδὲ οἱ τῇ ἕκτῃ κληθέντες τὸ βάρος ἐβάστασαν τῆς ἡμέρας, ἀλλ᾿ εἰ ἄρα τοῦ ἡμίσους τῆς ἡμέρας. καὶ οἱ τῇ τρίτῃ δὲ κληθέντες οὐ τῆς ὅλης ἐβάστασαν ἡμέρας τὸ βάρος, ἀλλ᾿ (εἰ δεῖ ἀκριβῶς ἰνομάσαι) τοῦ ἡμίσους καὶ τοῦ τετάρτου τῆς ἡμέρας. μόνοι δὲ οἱ ἀπὸ τῆς ἕω μεμισθωμένοι τὸ βάρος ἐβάστασαν τῆς ἡμέρας καὶ τὸν καύσωνα ὅλον μὲν [οἱ ἀπὸ τῆς ἕω μεμισθωμένοι], οἱ δὲ λοιποὶ παρὰ τοὺς τελευταίους ἀνάλογον τῷ καιρῷ ᾧ ἐν τῷ ἀμ- πελῶνι πεποιήκασιν <ἐβάστασαν>