Ancient Greek · ~6 min
Book 15
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 15.32
Not analysed yet
Μετὰ δὲ τοῦτο ζητοῦμεν, πῶς οὐ κατὰ ἀποκλήρωσιν ὁ οἰκοδεσπότης πέντε τάγμασιν ἐργατῶν παραδίδωσι τὰ ἔργa τοῦ ἀμπελῶνος· πρώτῳ μέν ὅτε ἐξῆλθεν ἅμα ποωῒ μισθώσασθαι ἐργάτας εἰς τὸν ἀμπελῶνα, δευτέρῳ δέ ὅτε ἐξελθῶν περὶ τρίτην ὥραν εἶδεν ἄλλους ἑστῶτας ἐν τῇ ἀγορᾷ ἀργούς, τρίτῳ δἐ καὶ τετάρτῳ ὅτε Πάλιν ἐξελθὼν περὶ ἕκτην καὶ ἐν -νάτην ὥραν ἐποίησεν ὡσαύτως, πέμπτῳ δὲ τῷ περὶ τὴν ἑνδε- κάτην, ἡνίκα ἐξελθὼν εὗρεν ἄλλους ἑστῶτας, καὶ λέγει αὐτοῖς· τί ὧδε εστηκατε ολην την ημεραν ἀργοί; καὶ ὅρα εἰ δύνασαι πρῶτον μέν τάγμα εἰπεῖν τὸ κατὰ τὸν Ἀδὰμ ἅμα τῇ κασμοποιίᾳ· ἐξῆλθε γὰρ ἅμα πρωῒ ὁ οἰκοδεσπότης καὶ ἵν' οὕτως ὀνομάσω) τὸν Ἀδὰμ καὶ τὴν Εὔαν ἐμισθώσατο, ἵν’ ἐργάσωνται τὸν ἀμπελῶνα τῆς θεοσεβείας βείας · δεύτερον δὲ τάγμα τὸ κατὰ τὸν Νῶε καὶ τὴν πρὸς αὐτὸν διαθήκην, κοὶ τρίτον τὸ κατὰ τὸν Ἀβραὰμ ᾦ συνεξακούεται τὰ κατὰ τοὺς πατέρας μέχρι Μωσέως συμπαρειλῆφθαι, τέταρτον δέ τὸ κατὰ τὸν Μωσέα κοὶ πᾶσαν τὴν Αἰγύπτου οἰκονομίαν κοὶ τὴν ἐν τῇ ἐρήμῳ νομοθεσίαν, τελευταῖον δέ τάγμα τὸ κατὰ τὴν παρουσίαν ἐστὶ Χριστοῦ Ἰησοῦ τὸ περὶ τὴν ἑνδεκάτην. πλὴν εἷς ἄνθρωπος οἰκοδεσπότης (ὅσον ἐπὶ τῇ προκειμένῃ πεντάκις ἐξελήλυθε καὶ ἐπὶ τὰ τῇδε ἐλήλυθε πράγματα, ἵν ἐργάτας ἀνεπαισχύντους, ὀρθοτομοῦντας »τὸν λόγον τῆς ἀληθείας« ἐξαποστείλῃ ἐπὶ τὸν ἀμπελῶνα, τους εργασομενους αυτου τα εργα. εἷς γὰρ Κριστὸς ὁ ἀνθρώποις συγκαταβὰς πλεονάκις) τὰ τῆς κλήσεως τῶν ἐργατῶν ἀεὶ ᾠκονό- μησεν.