Ancient Greek
Book 15
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 15.33
Not analysed yet
Εἐ δέ καὶ ἀπὸ τοῦ αἰσθητοῦ κόσμου καὶ ἀπὸ τῶν ἀπὸ αἰσθήσεως ἀρξαμένων τὰ ἔργα ποιεῖν σύμβολόν τι ἔχουσιν αἱ πέντε τῶν ἐρυ<ατ> ῶν παραλήψεις, ὁ δυνάμενος ἐπιστησάτω. γεγυμνάσθω δὲ κἂν μὴ βούληταί τις εἰς δόγματα παραδέξασθαι καὶ τὰ λεχθησόμενα. ἐρεῖ γάρ τις ὅτι ἁφὴ μέν ἐστι κατὰ τὴν πρώτην κλῆσιν—διὸ »εἶπεν ἡ γυνὴ τῷ ὄφει« <τι> »εἶπεν ὁ θεός οὐ φάγητε ἀπ' αὐτοῦ οὐδ’ οὐ μὴ ἄψησθε αὐτοῦ«, ὄσφρησις δέ κατὰ τὴν δευτέραν —ὅθεν ἐπὶ τοῦ Νῶε »καὶ ὡσφράνθη κύριος ὀσμὴν εὐωδίας«, γεῦσις δέ κατὰ τὸν Ἀβραάμ —διὸ καὶ ἑστιῶν τοὺς ἀγγέλους παρατίθησιν αὐτοῖς ἐγκρυφίας ἀπὸ σεμιδάλεως καὶ τὸν ἁπαλὸν μόσχον, ἀκοὴ δέ ἐπὶ Μωσέως —ὅτε ἐκ τοῦ οὐρανοῦ ἀκουστὴ γέγονεν ἡ φωνὴ τοῦ θεοῦ, ὅρασις δέ ἡ πασῶν τῶν αἰσθήσεων τιμιωτέρα κατὰ τὴν Χριστοῦ ἐπιδημίαν —ὅτε ἑωράκασι τὸν Χριστὸν τοῖς μακαρίοις ἀφθαλμοῖς. λελέχθω δέ καὶ ταῦτα, εἴτε γυμνασίας χάριν λογικῆς εἴτε βού- λεταί τις καὶ δογματικῆς, διὰ τὰς πέντε κλήσεις.