Ancient Greek · ~15 min
<Ὡριγένους> τῶν εἰς τὸ Ματθαῖον εὐαγγέλιον ἐξηγητι- κῶν τόμος ιζ΄.
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 19.1
Not analysed yet
Τούτων δὴ τῶν τριῶν ἐκφωνήσεων λεγομένων ὑπὸ τῆς συμφωνίας τῶν προαγόντων καὶ ἀκολουθούντων τῷ Ἰησοῦ, ὁ μὲν εἰσῄει εἰς τὰ αληθινὰ Ἱεροσόλομα· ξενισθεῖσαι δὲ αἱ οὐράνιαι δυνάμεις, αἳτινες λέγονται πᾶσα εἶναι ἡ πόλις, ἒφασκον τίς ἐστιν οὗτος; ἀνάλογον τοῖς προφητευθεῖσιν ἐν εἰκοστῷ τρίτῳ Ψαλμῷ περὶ τῆς ἀναλήψεως τοῦ σωτῆρος καὶ τοῦ ξενισμοῦ τῶν οὐρανίων δυνάμεων ξενιζομένων ἐπὶ τῷ κοινῷ τοῦ σωματικοῦ αὐτοῦ ὁχήματος θεάματι. ἔχει δέ οὕτως ἐν τῷ Ψαλμῷ· »ἂρατε πύλος, οἱ ἂρχοντες, ὑμῶν, κοὶ ἐπάρθητε, Πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης« καὶ τὰ ἑξῆς. καὶ ἐν Ἡσαΐᾳ δέ παραπλήσια προφητεύεται περὶ τῆς μετὰ τὴν οἰκονομίαν ἀνόδου τοῦ σωτῆρος· γέγραπται γάρ· »τίς οὗτος ὁ παραγενόμενος ἐξ Ἐδώμ, ἐρύθημα ἱματίων αὐτοῦ ἐκ Βοσόρ· οὗτος ὡραῖος ἐν στολῇ; «τὰ δὲ κατὰ τὸν τόπον ὃλα καὶ σὺ δυνήσῃ ἀναλεξάμενος κατανοῆσαι, τί τε λέγουσιν οἱ ξενιζόμεναι δυνάμεις ἐπὶ τῆς τοῦ σωτηρίου σώματος ἀνόδου καὶ τί αὐταῖς ἀποκρινεται. ταῦτα δέ μοι παρείληπται βουλομένῳ σ[σαι τὴν ἀκολουθίαν τῆς κατὰ τὴν γραφὴν τροπολογίας ὅτι εἰσελθόντος αὐτοῦ εἰς Ἱεροσόλυμα ἐσείσθη πᾶσα ἡ πόλις λέγουσα· τίς ἐστιν οὗτος; μετὰ δέ τοῦτο ἑξῆς γέγραΠται ὅτι πολλοὶ ἔλεγον· οὗτός ἐστιν Ἱησοῦς ὁ προφήτης ὁ ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας, ὁμολογοῦντες τὸν προφητευθέντα ὅτι »Ναζωραῖος κληθήσεται« ὁ κυρίως τῷ θεῷ ἀεὶ ἀνκείμενος. ἀλλὰ κατὰ τὴν διήγησιν ταυτην περιγεγράφθω τὰ κατὰ τὸν τόπον ἀρχή ἀρχή τις ἔστω ἑτέρας περικοπῆς τὰ ἐπιγερόμενα, ἳνα μὴ ἀναγκάζηταί τις (συνάπτων καὶ τὴν περὶ ἐκείνων διήγησιν τοῖς προτέροις) ζητεῖν ἐκβαλλομένους ἀπὸ τοῦ ἱεροῦ τοῦ θεοῦ τινας τοὺς ἐπιπληττομένους ὡς πεποιηκότας τον »τῆς προσευχῆς« οἶκον »λῃστῶν σπήλαιον«. οὐκ οἶδα δὲ εἰ, κἂν βιάσηταί τις, δύναται <ἀκολούθως τῷ »χαῖρε σφόδρα, θύγατερ Σιὸ)ν« σῶσαι τὴν πᾶσαν καὶ τῶν ἑξῆς τοῖς ἐκκειμένοις ἀκολουθίαν. Μετὰ ταῦτα ἐξετάσωμεν καὶ τὸ ὡσαννὰ τῷ οὑῷ Δαυΐδ· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου· ὡσαννὰ ἐν τοῖς ὑψίστοις ποῖον ἔχει νοῦν. σαφῶς μὲν οὖν τὸ εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου αὐταῖς λέξεσι κεῖται ἐν τῷ πρὸ τοῦ μεγίστου ψαλμοῦ ψαλμῷ, λεγομένῳ ἔν τισιν ἀντιγράφοις ἑκαατοστῷ ἑπτακαιδεκάτῳ· δοκεῖ δέ μοι τὰ ἀντὶ τοῦ ὢ κύριε, σῶσον δὴ« προτεταγμένα τοῦ »εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου« ἑβραϊκῶς ἐκκεῖσθαι ἐν τῷ »ὡσαννὰ τῷ υἱῷ Δαυΐδ«· ’οὕτω δὲ καὶ εἶχεν ἡ ἑβραϊκὴ λέξις· ΑΝΝΑ ΑΔΩΝΑΙ ΩΕΙΑΝΝΑ. ΑΝΝΑ ΑΛΩΝΑΙ ΑΣΛΙΑΝΝΑ, ΒΑΡΟΥΧ ΑΒΒΑ ΒΣΑΙΜ ΑΛΩ- NAI. εἶτα δοκεῖ μοι ὑΠὸ Ἑλλήνων συνεχῶς γραφὀμενα τὰ ευαγγελια μὴ εἰδότων τὴν διάλεκτον, συγκεχύσθαι ἐν τοῖς κατὰ τὸν τόπον ἔχουσι ταῦτα ἀπὸ τοῦ προειρημένου Ψαλμοῦ. εἰ δὲ τὸ ἀκριβὲς βούλει μαθεῖν τῆς λέξεως, ἂκουε Ἀκύλου ἑρμηνεύσαντος ὡδί· ὢ δὴ κύριε, σῶσον δή · ὢ δὴ κύριε, εὐόδωσον δή · εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου«. ἀλλὰ γὰρ ἐπανακεφαλαιω σώμεθα τὰ κατὰ τὸν τόπον καὶ λέγωμεν ὅτι ἤτοι Παῦλος καὶ Πέτρος ἢ ἂλλα δύο εἲδη τῶν διδασκόντων, λύσαντες ἀπὸ τῶν δεσμῶν κατὰ τὴν τοῦ Ἰησοῦ πρόσταξιν τοὺς ἀπὸ περιτομῆς καὶ τοὺς ἀπὸ ἀκροβυστίας, ἐκόσμησαν αὐτοὺς καὶ πεποιήκασιν εὑπρεπεις προς το οχησασθαι αὐτοῖς τὸν λόγον ἀνιοόντα εἰς τὴν Ἰερουσαλή. καὶ >τὰ λοιπᾶ κατὰ μέν μίαν ἔσται διήγησιν. κατὰ δὲ ἑτέραν ἀεὶ ἐνέστηκε ***τῶν ἀποδεχομένων τὸν Ἰησοῦν στρωννύντων αὐτῷ διὰ τῶν ἰδίων ἐνδυμάτων τὴν ὁδὸν καὶ κοσμούτων αὐτὴν τοῖς κλάδοις καὶ προαγόντων καὶ ἐπακολουθούντων. καὶ ἂλλως δὲ ἓκαστος διὰ μὲν τῶν ἤδη πεπραγμένων μένων προάγει τὸν Ἰησοῦν, διὰ δὲ τῶν πραχθησομένων ἐπακολουθεῖ αὐτῷ καὶ λέγει τὰ ἀναγε- γραμμένα. καὶ εἰς ταῦτα δὲ ἡμεῖς μέν τοσοῦτα εἲδομεν· ὁ δὲ ἡμῶν διαφέρων πλείονα καὶ βλεπέτω καὶ διδασκέτω. πλὴν ἔν τινι τῶν εἰς τὸ κατὰ Ἰωάννην εὐαγγέλιον ἐπὶ ποσὸν καὶ ταῦτα ἐξητάσαμεν, ὅτε προέκειτο διηγήσασθαια τὸ »τῇ ἐπαύριον οὖν ὄχλος πολὺς ὁ ἐλθὼν εἰς τὴν ἑορτὴν« καὶ τὰ ἑξῆς.