Ancient Greek · ~14 min
<Ὡριγένους> τῶν εἰς τὸ Ματθαῖον εὐαγγέλιον ἐξηγητι- κῶν τόμος ιζ΄.
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 18.1
Not analysed yet
Πορευθέντες δέ οἱ μαθηταὶ καὶ ποιήσαντες καθὼς προσέταξεν αὐτοῖς ὁ Ἰησοῦς ἤγαγον τὴν ὂνον καὶ τὸν πῶλον καὶ τὰ ἑξῆς ἓως τοῦ ὁ ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας (Matth. 21, —11). ὁ δέ Μᾶρκος οὕτω κατὰ τὸν τόπον ἐξέθετο· »καὶ ἀπελθόντες εὗρον πῶλον δεδεμένον πρὸς τὴν θύραν ἔξω ἐπὶ τοῦ ἀμφόδου, καὶ λύουσιν αὐτὸν« καὶ τὰ ἑξῆς ἕως τοῦ »εὐλογημένη ἡ ἐρχομένη βασιλεία τοῦ πατρὸς ἡμῶν Δαθΐδ· εἰρήνη ἐν τοῖς ὑψίστοις«. καὶ ὁ Λουκᾶς δὲ τοιοῦτό φησιν · »ἀπελθόντες δὲ οἱ ἀπεσταλμένοι εὗρον καθὼς εἶπεν αὐτοῖς ἑστῶτα τὸν πῶλον« καὶ τὰ ἑξῆς ἕως τοῦ »ἐὰν οὗτοι σιωπήσωσιν, οἱ λίθοι κεκράξονται«. Ἀκολούθως τοῖς ἀποδεδομένοις περὶ τῶν ἀποσταλέντων δύο μαθητῶν ἐπὶ τὸ λῦσαι τὴν δεδεμένην ὄνον καὶ τὸν πῶλον τὸν μετ’ αὐτῆς καὶ πᾶσι τοῖς εἰς τὸν τόπον εἰρημένοις, διηγησόμεθα καὶ τὰ ἐκκεί- μενα, ἐν οἷς λέλεκται ὅτι πορευθέντες οἱ δύο μαθηταὶ καὶ ποιήσαντες τὰ ὑπὸ τοῦ σωτῆρος αὐτοῖς προστεταγμένα ἤγαγον Πρὸς αὐτὸν τὴν ὄνον καὶ τὸν πῶλον· οὓς οὐκ ἀφήκασι γυμνοὺς ἀλλὰ κόσμον αὐτοῖς περιέθηκαν ἐν ἱματίοις εὐσχημοσύνην περιποιοῦσι, δοσμήσασι τὴν ὑπ᾿ αὐτῆς λελυμένην ὄνον καὶ τὸν μετ’ αὐτῆς πῶλον οἶς κοὶ αὐτοὶ ἦσαν κεκοσμημένοι καὶ ἐσκεπασμένοι, καὶ] ἵνα κεκοσμημένοις τῇ ὄνῳ καὶ τῷ πώλῳ τοῖς ἐνδύμασι τῶν διδαξόντων μαθητῶν βῇ καὶ παύσηται καὶ ἐφιδρυθῇ ὁ τοῦ θεοῦ λόγος, γινόμενος ἐπάνω μόνος καὶ ἡνίοχος τῶν λελυμένων καὶ βασταζόντων αὐτόν. ἀλλὰ τοῖς μέν ἐκ τῶν διδαξάντων ἱματίοις ἐπιτεθεῖσι τῇ ὄνῳ καὶ τῷ πώλῳ ὁ Ἰησοῦς ἐπικαθέζεται, ἐπειδὴ ἓκαστον ἐχρῆν συμβαλέσθαι τι Χριστῷ πραεῖ βασιλεῖ ἐπιβεβηκότι ὑποζυγίῳ καὶ πώλῳ νέῳ ***<Ὁ δέ πλεῖστος ὄχλος ἒστρωσαν ἑαυτῶν τὰ ἱμάτια ἐν τῇ ὁδῷ, ἂλλοι δέ ἒκοπτον κλάδους ἀπὸ τῶν δένδρο)ν καὶ ἐστρώννυον ἐν τῇ ὁδῷ. >ἦν δὴ πλεπιστος ὂχλος ὁ συνεισερχόμενος εἰς Ἱερουσαλὴμ τῷ Ἰησοῦ, καὶ οὗτοι ἒδειξαν καρΠὸν τῆς τοῦ σωτῆρος ἀποδοχῆς ἐν τῷ τὰ ἑαυτῶν ἱμάτια ὑποστρῶσαι, καὶ ὃν εἶχον κόσμον καὶ σκέπην, τῷ έπικαθεζομενῳ τῇ ὄνῳ κοὶ τῷ πώλῳ. ἐν τῇ ὁδῷ τοίνυν καθ’ ἣν ἦγε τὴν ὄνον καὶ τὸν πῶλον ἐπὶ τὰ Ἱεροσόλυμα, ἔστρωσαν τὰ ἑαυτῶν ἱμάτια ὁ πλεῖστος ὄχλος, ἵνα καθαροῖς γῆς καὶ γηΐνων πραγμάτων <ποσὶ> καὶ μηδαμῶς ἔχουσι κονιορτὸν ἡ ὄνος καὶ ὁ πῶλος ἐπιβῇ τῇ Ἱερουσαλήμ. καὶ τρίτον δέ τι τάγμα τὸ παρὰ τοὺς δύο μαθητὰς καὶ τὸν ὑποστρώσαντα Ι πλεῖστον ὄχλον τὰ ἱμάτια ἐν τῇ ὁδῷ νῦν κατείλεκται· ἄλλοι γὰρ ὡραιότητά<τινα> περιεποίουν τῇ ὁδῷ δι᾿ ἧς ὥδευεν ἐπὶ τὰ Ἱεροσόλυμα ὁ Ἰησοῦς ὀχούμενος τοῖς προειρημένοις· ἡ δὲ ὡραιότης ἦν κοπτομένων κλάδων ἀπὸ δένδρων καὶ στρωννυμένων παρ᾿ ἑκάτερα τῶν ἐστρωμένων ἱματίων· εἰ μὴ ἂρα τοῦτο τέταρτον τάγμα ἦν. ἄλλοι γὰρ οἱ λύοντες μαθηταί, <καὶ> ἄλλη ἡ ὄνος καὶ ὁ μετ’ αὐτῆς πῶλος, κοὶ τρίτοι ὁ πλεῖστος ὄχλος, καὶ τέταρτοι οἱ κόπτοντες τοὺς κλάδους ἀπὸ τῶν δένδρων καὶ στρωννύντες ἐν τῇ ὁδῷ. νόει δέ μοι ἀπὸ τούτων καὶ πέμπτον καὶ ἓκτον τάγμα κατειλεγμένον τῶν τόν Ἰησοῦν προαγόντων κοὶ τῶν ἀκολουδούντων αὐτῶ. καὶ προάγοντας μὲν φήσεις ἀπὸ τῶν πρὸ τῆς παρουσίας εἶναι ἐκ τοῦ λαοῦ, δικαίων τάχα καὶ προφητῶν · ἀκολουθοῦντας δέ τοὺς ἀπὸ τῶν μετὰ τὴν παρουσίαν ἑπομένων τῷ λόγῳ κοὶ ἀκολουθούντων αὐτῷ εἲτε δικαίων εἲτε καὶ ἀποστόλων χριστοῦ. πλὴν οὐκ ἂλλα μὲν ἔλεγον οἱ προάγοντες, ἄλλα δὲ οἱ ἀκολουθοῦντες· ἒκραζον γὰρ πάντες ἃμα ὡς χορὸς συνᾴδων καὶ σύμφωνος καὶ ἔλεγον καὶ τὸ ἀνθρώπινον ὑμνοῦντες τοῦ σωτῆρος ἐν τῷ ὡσαννὰ τῷ υἱῷ Δαυΐδ καὶ τὴν δευτέ- ραν αὐτοῦ ἐΠιδημίαν 〈ἐν τῷ> εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου καὶ τὴν εἰς τὰ ἂγια ἀποκατάστασιν ἐν τῷ ὡσαννὰ ἐν τοῖς ὑψίστοις.