Ancient Greek · ~17 min
<Ὡριγένους> τῶν εἰς τὸ Ματθαῖον εὐαγγέλιον ἐξηγητι- κῶν τόμος ιζ΄.
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 26.1
Not analysed yet
Καὶ καταλιπὼν αὐτοὺς ἐξῆλθεν ἔξω τῆς πόλεως [ἓως] εἰς Βηθανίαν καὶ τὰ ἑξῆς εως του καὶ πάντα ὅσα ἂν αἰτήσητε ἐν τῇ Προσευχῇ πιστεύοντες λήψεσθε. (Matth. 21, 17—22.) Τινας καταλιπὼν ὁ Ἰησοῦς ἐξῆλθε τῆς τῶν Ἱεροσολύμων πόλεως, λεως, ἀφ᾿ ἧς ἐξελθὼν ἐν Βηθανίᾳ ἦν ἢ τοὺς ἰδόντας μὲν ἀρχιερεῖς καὶ γραμματεῖς τοῦ λαοῦ »τὰ θαυμάσια ἃ ἐποίησε καὶ τοὺς παῖδας κραζοντας ἐν τῷ ἑερῷ καὶ λέγοντος· ὡσαννὰ τῷ υἱῷ Δαυΐδ«. οὐδέν δ’ ἧττον ἀγανακτήσαντας ἐπὶ τοῖς αἰνοῦσι τὸν Χριστόν, καὶ δαὶ τοῦτο ἐλεγχθέντας ὡς μὴ νενοηκότας τὸ ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον; κοὶ ἐπεὶ κατέλιπεν έκεῖνα τὰ Ἰεροσόλυμα κακὶ ἔξω γέγονε τῆς πόλεως, δαὶ τοῦτο πέπτωκε κοὶ »λίθος ἐπὶ λίθον« ἢρξατο μὴ μένειν ἀλλὰ καὶ καθαιρεῖσθαι ἓως πάντα καταλυθῇ. ἦλθε δ’ εἰς Βηθανίαν, τὸν τῆς ΥΠΑΚΟΗΣ ΟΙΚΟΝ, τὴν ἐκκλησίαν, ἔνθα καὶ ηὐλίσθη καὶ ἀνεπαύσατο, ἐπεὶ μὴ εἶχεν έν Ἱεροσολύμοις »ποῦ τὴν κεφαλὴν κλίνῃ«, ἃτε τοιούτων ἀρχιερέων καὶ γραμματεων ὂντων ἐν αὐτοῖς. ὃτε δέ ἀνεπαύσατο ἐν τῇ Βηθανίᾳ, τῷ τῆς YΠΑΚΟΗΣ ΟΙΚΩΙ μετὰ τὴν ἀρχὴν τοῦ συστῆναι τὴν ἐκκλησίαν καὶ ἀναπαύσασθαι τὸν Χριστὸν ἐν οὐτῇ, τότε ἐπανάγει εἰς τὴν πόλιν ἣν καταλέλοιπε καὶ ἧς ἒξω γέγονε, καὶ ἐπανάγων εἰς αὐτὴν πεινᾷ, καὶ μίαν ἰδὼν συκῆν ἐπὶ τῆς ὁδοῦ, τὸ δένδρον τοῦ λαοῦ, ἦλθεν ἐπ αὐτήν ,καὶ οὐδὲν εὗρεν ἐν αὐτῇ βρώσιμον ἀλλὰ μόνον ζωῆς ἒμφασιν· φύλλα γὰρ χωρὶς καρπῶν ἦν ἐν τῇ συκῇ. εἶτ᾿ ἐπεὶ ἒμψυχος ἦν αὓτη ἡ συκῆ, διὰ τοῦτο λέγει ὡς ἀκουούσῃ τὴν πρέπουσαν αὐτῇ ἀράν. τὸ δέ λεγόμενον τοιοῦτον ἠν· ὅσον συνέστηκεν ὁ ἐνεστὼς αἰών, μηκέτι γένοιτο ἔν σοι καρπός. διὰ τοῦτο ἂκαρπός ἐστιν ἡ Ἰουδαίων συναγωγή, καὶ τοῦτο γίνεται αὐτῇ ἕως τῆς συντελείας τοῦ αἰῶνος«, ἕως »τὸ πλήρωμα τῶν Μνῶν εἰσέλθῃ«. ἐξηράνθη δὲ ἡ συκῆ, ἔτι ἐπιδημοῦντος τῷ βίῳ τῶν ἀνθρώπων καὶ ἐν οις ὡς ἀνθρώπου >οῦντος Ἰησοῦ. ἰδόντες δὲ οἱ μαθηταὶ ἐθαύμασαν λέγοντες· πῶς παραχρῆμα ἐξηράνθη ἡ συκῆ; τοῖς γὰρ τῆς ψυχῆς ὀφθαλμοῖς εἶδον τὸ τῆς ξηρανθείσης συκῆς μυστήριον καὶ ἐθαύμασαν οὐχ οὕτως ἐπὶ τῷ ἐξηράνθαι αὐτήν, ὡς ἐπὶ τῷ παραχρῆμα ἐξηράνθαι, ἔβλεπον γὰρ ξηρὰν τὴν συκῆν, τὸν λαὸν τὸν Ἰσραὴλ ἐκεῖνον. καὶ θαυμάζουσι τοῖς μαθηταῖς ἐν τῷ ἑωρακέναι παραχρῆμα τὴν συκῆνκκ ἐξηραμμένην, ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν ἐμπεδῶν τὸ λεγόμενον τῷ ἀμὴν) ὅτι ἐὰν ἒχητε πίστιν κοὶ μὴ διακριθῆτε ,οὐ μόνον τὸ τῆς συκῆς ποιήσετε, ἀλλὰ κἂν τῷ ὄρει τούτῳ εἲπητε· ἂρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν, γενήσεται. οὐκοῦν οἱ πιστεύοντες μαθηταὶ καὶ μὴ διακρινόμενοι ποιοῦσι καὶ τὸ τῆς συκῆς λέγοντες αὐτῇ »ὑμῖν ὑμῖν ἦν ἀναγκαῖον τὸν λόγον τοῦ θεοῦ· ἐπεὶ δέ οὐκ ἀξίους κρίνετε ἑαυτούς, ἰδοὺ στερφόμεθα εἰς τὰ ἒθνη«, καὶ καταλιπόντες αὐτὴν ξηραίνουσιν αὐτήν, ἵν’ ἡ ζωτικ]κη δύναμις αὐτῆς μεταβῇ ἐπὶ τοὺς ἀπὸ τῶν ἐθνῶν, καὶ τὸ πρότερον συνέχον πνεῦμα τὸν λαὸν ἐκεῖνον μεταστῇ ἐπὶ τοὺς άπὸ τῶν Μνῶν. Πρὸς τῷ δέ ποιεῖν τὸ τῆς συκῆς τοὺς μαθητὰς <ἒτι> ἐπαγγέλλεται αὐτοῖς ὁ τοῦ Μοῦ λόγος, ἐὰν ἔχωσι πίστιν καὶ μὴ διακριθῶσιν, ὅτι <καὶ> τῷ <βλεπομένῳ> τε καὶ> δεικνυμένῳ ὑπ᾿ αὐτοῦ ὄρει, τῇ ἀντικειμένῃ ἐνεργείᾳ ἐΠαιρομένῃ κατὰ τῶν ἀνθρώπων, λέγουσιν· ἂρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν, καὶ γίνεται. αἲρεται γὰρ ἀφ’ ἑκάστου τῶν ὠφελουμένων ὑπὸ μαθητῶν Ἰησοῦ τὸ βαρὺ τῆς καίας ὄρος, ὁ σατανας, αἲροντος αὐτὸν τοῦ νικήσαντος αὐτον, καὶ βάλλεται εἲς τὴν θάλασσαν, τὴν ἂβυσσον, βάλλοντος αὐτὸν εἲς τὸν ἂξιον αὐτοῦ τόπον τῆς κολάσες. καὶ περὶ ταύτης τῆς θαλάσσης ἐν ψαλμοῖς λέγεται τὸ »αὓτη ἡ θάλασσα ἡ μέγάλη καὶ εὐρύχωρος · ἐκεῖ πλοῖα Ι διαπορεύεται, ζῷα μικρὰ μετὰ μεγάλων, δράκων οὗτος ὃν ἒπλασας ἐμπαίζειν αὐτῷ«. καὶ ἐν ἂλλῳ ψαλμῷ· ἐκεῖ »συνέθλα- σας τὰς κεφαλὰς τῶν δρακόν <των ἐπὶ τοῦ ὓδα>τος«, δῆλον δέ ὅτι ἐν τῇ θαλάσσῃ, κοί· ἐκεῖ »συνέδλασας τὴν κεφαλὴν τοῦ δράκοντος, ἔδωκας αὐτὸν βρῶμα λαοῖς τοῖς Αἰθίοψιν«. αἲρεται οὖν καθ᾿ ἓκαστον τῶν ὑπὸ τοῦ λόγου καταρτιζομένων εἰς σωτηρίαν ὄρος τὸ ὑπὸ τοῦ Ἰησοῦ βλεπόμενον καὶ δεικνύμενον, καὶ βάλλεται εἰς τὴν θάλασσαν κατὰ τὸν τοῦ ἐπιτυγχάνοντος μαθητοῦ Ἰησοῦ ἐν διδασκαλίᾳ λόγον, λέγοντος τῷ ἐν τῷ καθ᾿ ἓκαστον τῶν ἀκουόντων ὂρει· ἂρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν ,λέγοντος δέ μετὰ τοῦ ἒχειν πίστιν καὶ μὴ διακρίνεσθαι, ἶνα καὶ τὸ λεγόμενον γένηται. καὶ τὰ πάντα δὲ ὅσα ἐὰν ὁ ἔχων πίστιν καὶ μὴ διακρινόμενος αἰτήσῃ ἐν τῇ προσευχῇ, πιστεύων λήψεται.