Ancient Greek
<Ὡριγένους> τῶν εἰς τὸ Ματθαῖον εὐαγγέλιον ἐξηγητι- κῶν τόμος ιζ΄.
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 27.1
Not analysed yet
Αὓτη δέ ἐστι Βηθανία, ἔνθα ὁ ἐκ νεκρῶν ἀναστὰς Ἰησοῦ φίλος κατῴκει. καὶ πᾶς δέ ὁ ὑπακούων τῷ λόγῳ τοῦ θεοῦ καὶ τὸν λόγον τῆς ὑπακοῆς ἐνιδρυμένον <καὶ ἐναυλιζόμενον> ἔχων ἑαυτῷ, ΟΙΚΟΣ ἐστιν ΥΠΑΚΟΗΣ καὶ Βηθανία, ἐν ᾗ αὐλίζεται ὁ Ἰησοῦς καὶ ἀναπαύεται. ἐπεὶ δὲ πράγματα δεῖ λαμβάνειν ἀπὸ τῶν λεγομένων ἂξια σοφίας θεοῦ ἀφ᾿ ἧς τὰ εὐαγγέλ· ια γέγραπται. πρόσχες εἰ μὴ κατὰ μέν τοὺς ἁπλούστερον νοοῦντας παρέλκει τὸ καταλιπὼν αὐτοὺς ἐξῆλθεν ἒξω τῆς πόλεως· πῶς γὰρ ἐδύνατο ἒξω τῆς πόλεως γενέσθαι μὴ καταλιπὸ)ν τοὺς προτέρους παρ᾿ οἷς ἦν; κατὰ δὲ τοὺς συνετώτερον ἀκούοντας τῶν λεγομένων <οὐ> πάντως καταλείπει τοὺς προτέρους ὅτε παρ’ ἑτέροις γίνεται, ἀλλὰ φαύλους μέν καὶ ἁμαρτωλοὺς καταλείπει, δικαίοις δὲ συνὼν καὶ παρ᾿ ἑτέροις γίνεται μετ’ ἐκείνους καὶ σὺν ἐκείνοις. ἀλλὰ καὶ εὶς Βηθανίαν θανίαν αὐλισθεὶς οὐ καταλιπὼν τὴν Βαηθανίαν εἰς τὴν πόλιν ἐπανάγει· ἦν γὰρ καὶ ἐν Βηθανίᾳ καὶ ἐπανῆγεν εἰς τὴν πόλιν. ἐπείνα δέ ὁ Ἰησοῦς ἀεὶ τῶν ἐν τῷ δικαίῳ βουλόμενος μεταλααβεῖν καρπῶν τοῦ <ἐν αὐτοῖς ἁγίου> πνεύματος, καὶ ἔστιν αὐτοῦ <βρώματα> ἶν’ οὓτως ὀνομάσω) τὰ σῦκα ὧν πεινῶν ἐσθίει ἡ ἀγάπη τοῦ καρποφοροῦντος αὐτήν, πρῶτος οὖσα »καρπὸς τοῦ πνεύματος«, καὶ ἡ χαρὰ καὶ ἡ εἰρήνη καὶ ἡ μακροθυμία καὶ τὰ λιπά. ἃτινα ὅσον μὲν καρποφοροῦμεν οὐ ξηρανθησόμεθα, ἐπὰν δέ ἐπιστάντι αὐτῷ καὶ ζητοῦντι<τοιοῦτον> καρπὸν ἵνα φάγῃ μὴ παρέχωμεν. λελέξεται πρὸς ἡμᾶς· μηκέτι ἐκ σοῦ καρπὸς γένοιτο εἰς τὸν αἰῶνα χωρὶς γὰρ τῆς προαποδεδομένης περὶ συκῆς ὡς τοῦ λαοῦ διηγήσεως ἔστι καὶ ἐπὶ ἓκαστον ἀνάγειν τόν λόγον, συκῆν ὄντα ἤτοι ξηραινομένην ἢ φέρουσαν καρπὸν καὶ ζῶσαν κοὶ γεωργουμένην, ἳνα πλείονα καρπὸν φερῃ. Τάχα δὲ ὥσπερ ἐπὶ τοῦ σπόρου »ἐξῆλθεν ὁ σπείρων τοῦ σπείρειν« καὶ »ἃ μὲν ἔπεσε παρὰ τὴν ὁδὸν καὶ ἧλθε τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ κατέφαγεν αὐτά«, ἂλλα δὲ εἰς τὰς πέτρας καὶ ἄλλα εἰς »τὰς ἀκάνθας« καὶ ἂλλα εἰς »τὴν καλὴν« καὶ ἀγαθὴν γῆν, οὕτως καὶ συκαῖ εἰσι διάφοροι. καὶ ἐὰν μὲν ᾖ συκῆ ἐπὶ τῆς καλῆς καὶ ἀγαθῆς γῆς, καὶ φέρει »καρπὸν« καὶ πεινῶντι τῷ Ἰησοῦ παρέχει αὐτόν. ἐπὰν δέ ᾖ »παρὰ τὴν ὁδόν« ὡς αὕτη περὶ ἧς γέγραπται τὸ καὶ ἰδὼν συκῆν μίαν ἐπὶ τῆς ὁδοῦ, ἐλθόντι τῷ Ἰησοῦ οὐ δίδωσι καρπόν· οὐδέν γὰρ εὑρίσκει ἐν τῇ »παρὰ τὴν ὁδὸν« συκῇ εἰ μὴ φύλλα μόνον. διὸ λέγει αὐτῇ, ἐπεὶ »παρὰ τὴν ὁδὸν« ἦν καὶ φύλλα μόνον εἶχεν ἒμφασιν τοῦ ζῆν ἀλλ᾿ οὐ μετὰ καρποῦ, το μηκετι ἐκ σου καρπος γενοιτο εἰς τὸν αἰῶνα. ὅσον μὲν οὑν ουκ ερχeται επι τινα συκῆν οὐδὲ ἤδη ζητεῖ τὸν καρπὸν αὐτῆς, ἀλλὰ μακροθυμεῖ περιμένων εἴ πως οἴσει καρπὸν ἡ συκῆ, οὐ ξηραίνεται. ραίνεται. ἐπὰν δὲ ἐπιστάντος τοῦ παινῶντος <καὶ ἐπιζητοῦντος> ἡμῶν τοὺς καρποὺς εὑρεθῶμεν οὐδὲν ἔχοντες εἰ μὴ τὴν ἐπαγγελίαν τῆς πίστεως μόνην ***οὐ συνόντων αὐτῇ καρπῶν, παραχρῆμα ξηρανθησόμεθα καὶ τὸ δοκεῖν εἶναι πιστοὶ ἀπολωλεκότες, καὶ ἔστιν εὑρεῖν τοιούτους τινὰς ἐπὶ πολὺν φορέσαντας χρόνον τὸ τῆς πίστεως ὄνομα καὶ ἐμφήναντας ὅτι ζῶσι, καὶ παντελῶς <δ᾿> εἰσὶ ξηροί· οὓς διὰ τὸ μὴ καρποφορεῖν ἔστιν ἰδεῖν καὶ ἀφισταμένους παντελῶς τοῦ λόγου καὶ ξηρανθέντας. ἐνθάδε μὲν οὖν ξηραίνεται ἡ μή δεδωκυῖα πεινῶντι τῷ Ἰησοῦ καρπόν· ἄλλη δὲ συκῆ ἐκκόπτεσθαι κελεύεται, ἵνα μὴ »τὴν γῆν« καταργῇ. εἶθ᾿ οἱ μαθηταί, ἐπὰν ἴδωσί τινα μετὰ ζωτικὴν ἔμφασιν ζηρανθέντα, θαυμάζουσι λέγοντες· πῶς παραχρῆμα ἐξηράνθη ἡ συκῆ; Ἔτι δὲ μᾶλλον νοήσομεν τοῖς καθ᾿ ἕνα ἐφαρμόζοντες τὰ κατὰ τὸν τόπον, ἐπιστήσαντες τίνα τρόπον ἐν τοῖς πειρασμοῖς ὁ μὲν Ἰησοῦς αἰτεῖ τοὺς καρπούς, φέρ’ εἰπεῖν ἐν διωγμῷ τὴν ὁμολογίαν κοὶ τὸ μαρτύριον, καὶ ἐν τῷ γυναῖκα ἐπιμαίνεσθαί τινι τὴν τοῦ Ἰωσὴφ ἐγκράτειαν καὶ σωφροσυνην, καὶ οὓτως καθ᾿ ἓκαστον πειρασμὸν τὸν ἀκόλουθον αὐτῷ καρπόν. ὁ δέ μὴ παρασκευασάμενος διδόναι πεινῶντι τῷ Ἰησοῦ καὶ ἐφισταμένῳ τὴν ὁμολογίαν ἢ τὴν ἐγκράτειαν, παραχρῆμα ξηραίνεται· ὁ γὰρ ἀρνησάμενος ξηραίνεται, ὁμοίως δέ καὶ ὁ πορνεύσας, καίτοι παρὰ τὸν πρὸ τῶν πειρασμῶν καιρὸν ζωτικὴν ἐμφαίνων δύναμιν καὶ οἱονεὶ τὰ φύλλα τῆς συκῆς περικείμενος. κοὶ θαυμάζουσιν ἐπὶ τῶν τοιούτων οἱ μαθηταί, πῶς ὁ μὲν Ἰησοῦς ἐπέστη πεινῶν καὶ ζητῶν τὸν καρπόν, τῷ δέ μὴ εὑρηκέναι εὐθέως »εἶπε« »καὶ ἐγένετο«, καὶ παραχρῆμα ἐξράνθη mox siccantur. ἡ μὴ παρεσκευασμένη εἰς τὸ φέρειν καρπὸν συκῆ. καὶ πολλάκις τις γενόμενος συκῆ ἔτεσι πλείοσιν οὐ ξηραίνεται, ἐπιστάντος δέ Ἰησοῦ ἐν καιρῳ πειρασμου καὶ απαιτουντος τὸν καρπόν, οὐ δεδωκὼς αὐτῷπαραχρῆμα ἐξηράνθη καὶ τὴν τῶν τοσούτων ἀπολώλεκεν ἐτῶν ἐτῶν καὶ τοῦτο γίνεται ἐπείπερ, κατὰ τὸν τοῦ σωτῆρος λόγον. »παντὶ τῷ ἔχοντι δοθήσεται καὶ περισσευθήσεται· ἀπὸ δέ τοῦ μὴ ἔχοντος, καὶ ὃ δοκεῖ ἔχειν ἀρθήσεται ἀπ᾿ αὐτοῦ«, ἳνα μὴ ἀργὸν ᾖ ὁ δοκεῖ ἒχειν«. ἓκαστος δὲ τῶν μαθητῶν, ἐὰν ἔχη πίστιν καὶ μὴ διακριθῇ, καὶ τὸ τῆς συκῆς ποιεῖ καὶ τὸ ἑξῆς αὐτῷ ἐπιφερόμενον.