Ancient Greek · ~14 min
<Ὡριγένους> τῶν εἰς τὸ Ματθαῖον εὐαγγέλιον ἐξηγητι- κῶν τόμος ιζ΄.
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 29.1
Not analysed yet
Ὁ δὲ Μᾶρκος ἀναγράψας τὰ κατὰ τὸν τόπον ἀπεμφαῖνόν τι ὡς πρὸς τὸ ῥητὸν) προσέθηκε ποιήσας ὅτι ἰδὼν« ὁ Ἰησοῦς »ἀπὸ μακρόθεν συκῆν ἔχουσαν φύλλα ἦλθεν« ὡς εὑρήσων τι ἐν αὐτῇ«· »ἐλθὼν« δέ »ἐπ᾿ αὐτὴν« καὶ μηδὲν εὑρὼν »εἰ μὴ φύλλα« μόνον »οὐ γὰρ ἦν ὁ καιρὸς σύκων«) »ἀποκριθεὶς εἶπεν αὐτῇ· μηκέτι εἰς τὸν αἰῶνα ἐκ σοῦ μηδεὶς καρπὸν φάγῃ«, εἲποι γὰρ ἂν τις· εἰ μὴ »ὁ καιρὸς σύκων ἧν«, πῶς ἦλθεν ὁ Ἰησοῦς ὡς εὑρήσων τι »ἐν αὐτῇ« καὶ πῶς δικαίως εἶπεν αὐτῇ· »μηκέτι εἰς τὸν αἰῶνα ἐκ σοῦ μηδεὶς καρπὸν φάγῃ»; πρὸς τοῦτο δὲ λελέξεται ὅτι οἱ κατειλεγμένοι παρὰ τῷ ἀποστόλῳ καρποὶ τοῦ πνεύματος, ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις, πραότης, ἐγκράτεια, ἔστι μέν ὅτε ἐν οἰκείῳ ἀποδίδονται καιρῷ. βέλτιον δὲ εἰ, τῶν περιεστηκότων ἐπὶ τὸ ἐναντίον τῷ καρποφορεῖν προκαλουμένων, δυνηθείη τις καὶ διὰ τὸ πάνυ ὠφελεῖσθαι ἐκ τοῦ λόγου οὐδέν ἧττον κοὶ τότε διδόναι τοὺς καρποὺς τοῦ πνεύματος. ὃ δέ λέγω τοιοῦτόν ἐστιν· εἷς τῶν καρπῶν τοῦ πνεύματός ἐστιν ἀγάπη. ταύτης δέ καιρὸς μέν ὅτε οὐ χαλεπὸν ἀποδοοῦναι τὸν καρπὸν τοῦ ἀγαπᾶσθαι· καὶ ἔστιν ἀγαπᾶν τὸν ἀγαπωντα καρπος μευ του πνευματος, οὐ μὴν ἐν οὐ καιρῷ ἳν᾿ οὕτως ὀνομάσω) σύκων. ἐπὰν δέ ἐπὶ τὸ μισεῖν προκαλῆταί τις τὸν πιστεύοντα τοιοῦτον ἀπατῶν καὶ ἐπιβουλεύων καὶ τοῖς ἤθεσι βεβλαμμένος ὤν, ὣστε δοκεῖν ἂξιος εἶναι τοῦ μισεῖσθαι, ὁ δέ δίκαιος μηθὲ τὸν τοιοῦτον μισῇ αλλ᾿ ὡς υἱὸς »τοῦ τὸν ἥλιον ἀνατέλλοντος ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς«) καὶ τότε αὐτὸν ἀγαπᾷ, οἱονεὶ ἐν οὐ καιρῷ σύκων τῆς ἀγάπης διδοὺς τὸν καρπόν, πόν, μακάριός ἐστι. τὸ δ’ ὅμοιον νοήσεις καὶ ἐπὶ τῆς χαρᾶς. φέρειν μέν γὰρ τὸν καρΠὸν τοῦ πνεύματος τὴν χαρὰν μηδενὸς ἐπὶ τὸ λυπεῖσθαι προκαλουμένου καὶ δυσαρεστεῖσθαι, οὐ χαλεπόν· ὃταν δέ τὰ μέν περιεστηκότα ἐπὶ λύπην καὶ ἀθυμίαν καὶ δυσαρέστησιν προκαλῆται, ἀπὸ δέ τῆς κατὰ τὸν λόγον ὡφελείας τις ἐπὶ τοσοῦτον προκόπτῃ, ὡς <καὶ> ἐν τῆς δοκούσης δυσαρεστήσεως εὐαρεστεῖσθαι καὶ ἐν καιροῖς τοῦ ἀτιμάζεσθαι καὶ τοῦ μαστιγοῦσθαι χαίρειν καὶ ἁπλῶς ἐν παντὶ περιστατικῷ καιρῷ μεμνῆσθαι τοῦ »πάντοτε χαίρετε«, μακάριος ἂν ὁ τοιοῦτος εἲη καρπὸν φέρο)ν τὴν χαρὰν καὶ ἐν οὐ καιρῷ ἳν᾿ οὕτως ὀνομάσω) σύκων. Τὸ παραπλήσιον δέ οὐ χαλεπὸν καὶ ἐπὶ τῶν ἂλλων καρπῶν ποιῆσαι τοῦ πνεύματος. βούλεται γὰρ εἶναι κρείττονα τῆς ἀνθρωπίνης φύσεως τὸν προσιόντα τῷ λόγῳ αὑτοῦ ὁ θεὸς καὶ ἀπαιτεῖ αὐτὸν παράδοξα καὶ (ἳν᾿ οὕτως ὀνομάσω) θεοῦ μᾶλλον ἢ ἀνθρώπου ἒργα. διὸ κοὶ πᾶσι λέγει οὓς καλεῖ ἐπὶ τὴν μακαριότητα· ἐγὼ εἶπα· θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες«, μεμφόμενος δὲ τοῖς μὴ βουλομένοις ἀποθεωθῆναι καὶ υἱοῖς ὑψίστου γενέσθαι λέγει· »ὑμεῖς δὲ ὡς ἂνθρωποι ἀποθνῄσκετε«· κατὰ γὰρ ἑκάστην ἁμαρτίαν, ὅτε ἐσμὲν »σάρκινοι καὶ κατὰ ἂνθρωπον« περιπατοῦντες, οὐδὲν ἂλλο ἐνεργοῦμεν ἢ τὸ ἀποθνῄσκειν, καὶ φανερὸν ὅτι »εἰ κατὰ σάρκα« ζῶμεν, μέλλομεν »ἀποθνῄσκειν«, ὡς ἐδίδαξεν ὁ ἀπόστολος. ταῦτα καὶ διὰ τὸ »οὐ γὰρ ἦν ὁ καιρὸς τῶν σύκων«. ὁ δὲ κατὰ τὸν Μᾶρκον Πέτρος ἰδὼν τὴν συκῆν ἐξηραμμένην ἐκ ῥιζῶν« εἶπε τῷ σωτῆρι· ἰδοὺ ἡ συκῆ ἣν κατηράσω ἐξηράνθη«· κατάρας γὰρ τῆς ἀπὸ τοῦ λόγου ἀξία ἡ μὴ φέρουσα τῷ λόγῳ καρπὸν ζητοῦντι. ἐπὶ τέλει δέ τι ἔχει ὁ λόγος προτρεπτικὸν τοῦ πιστεύοντος λήψεσθαι· οὐχὶ ἄλλως γὰρ ληψόμεθα, εἰ μὴ αἰτήσομεν. ἔστω οὖν καὶ ἡ διάθεσις ἀξία τοῦ τυχεῖν ὧν αἰτοῦμεν καὶ ἡ εὐχὴ μετ᾿ ἐΠιστήμης ἀναπεμπομένη ἀξία τοῦ ἐπιτευχθῆναι, καὶ τὰ αἰτήματα ἒστω ἐπουράνια καὶ μεγάλαλ καὶ ἂξια τοῦ δίδοσθαι ὑπὸ τοῦ θεοῦ.