Ancient Greek · ~10 min
Τῶν εἰς τὸ κατὰ Ματθαῖον Ὠριμένους ἐξηγητικῶν τόμος ιζ΄.
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 1-2
Not analysed yet
Καὶ ἐλθόντος αὐτοῦ εἰς τὸ ἱερὸν προσῆλθον αὐτῷ διδάσκοντι οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ λέγοντες· ἐν ποία ἐξουσίᾳ ταῦτα ποιεῖς; καὶ τὰ ἑξῆς εως του οὐδὲ ἐγὼ ὑμῖν λέγω ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ (Matth. 21, 23-27). Τριῶν εὐαγγελιστῶν ὡς ἀναγκαῖον ἀναγραψάντων τὸν προκείμενον λόγον, ἂξιον ἰδεῖν ὅ τί ποτε νοοῦντες οἱ ἀρχειρεῖς κοὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ ἐπυνθάνοντο τοῦ σωτῆρος, οὐχ ἔν πύσμα, ἀλλὰ δύο προσάγοντες αὐτῷ, ἓν μὲν τὸ ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; ἓτερον δέ τὸ καὶ τίς σοι ἔδωκε τὴν ἐξουσίαν ταύτην; καὶ τι βουλόμενος ὁ σωτὴρ ἐπὶ τούτου μόνου αντηρώτησεν ὑπέρ τοῦ μὴ πρὸς τό πύσμα ἀποκρίνασθαι· ἑώρα γὰρ οὐκ ἀξίους ἐκείνους τῆς πρὸς τὸ πύσμα ἀποκρίσεως καὶ τῆς τοῦ προβλήματος διηγήσεως. ὅτι δὲ οὐχ, ὡς οἲονταί τινες, ἁπλᾶ ἐστι τὰ κατὰ τὸν τόπον καὶ εὐπερινόητα, ἀλλὰ μυστικὰ καὶ βαθείας δεόμενα καρδίας, δῆλον ἒσται ἐκ τῆς ἐπιστάεως. φερ᾿ οὖν συναγορεύωμεν τῇ πιθανότητι τῶν ἁπλούστερον ἐκδεχομένων τὰ κατὰ τὸν τόπον· φήσουσι γὰρ ὅτι δύο γενικὰς <ἐξουσίας> ἐπιστάμενοι, ἀμείνωφ μέν τὴν τοῦ θεοῦ χειρίστην δέ τὴν τοῦ διαβόλου, οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ ἐπυνθάνοντο τοῦ σωτῆρος, ἐν ποίᾳ ἐξουσίᾳ τούτων τῶν δύο ποιεῖ τὰ τεράστια καὶ ἀπὸ τίνος αὐτὴν λαβών. εἶθ᾿ ὁ Ἰησοῦς ὑΠὲρ τοῦ μὴ ἀντιλογῆσαι ἀντηρώτησεν, ἃμα καὶ ἐλέγξαι βουλόμενος τοὺς πῦθομένους αὐτοῦ, ὡς παρὰ τὸν ὀρθὸν λόγον ποιήσαντας ἐν τῷ ἠπιστηκέναι Ἰωάννῃ τῷ βαπτιστῇ. καὶ ἦν αὐτοῦ τὸ ἀντερώτημα δύο οἰκονομούμενον, τόν τε ἐπὶ τῇ εἰς τὸν Ἰωάννην ἀπιστίᾳ ἒλεγχον καὶ τὸ περισπάσαι τοὺς πυθομένους, ἳνα δόξῃ αὐτοῖς εὐλόγως μὴ ἀποκρίνεσθαι. ἀλλ᾿ εἲποι τις ἂν πρὸς ταῦτα ὅτι γελοῖον ἦν τὸ πυνθάνεσθαι ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ἐποίει ὁ Ἰησοῦς· οὐκ ἂν γὰρ ἀπεκρίντο ὅτι ἐν τῇ τοῦ διοβόλου ἐξουσίᾳ καὶ οὔ φημι ὅτι ὁ σωτὴρ τοῦτο οὐκ ἀπεκρίνατο, ἀλλ᾿ οὐδέ »ὁ ἂνθρωπος τἣς ἁμαρτίας, ὁ ἀντικείμενος καὶ ἐπαιρόμενος ἐπὶ πάντα λεγόμενον θεὸν ἢ σέβασμα« εἲποι ἂν τοῖς πυνθανομένοις τὸ ἀληθὲς ὅτι ἐν τῇ τοῦ διαβόλου ἐξουσίᾳ ποιεῖ πᾶσαν δύναμιν μιν καὶ »σημεῖα ἐν οἷς καταπλήξεται καὶ ἀποπλανήσει εἰ δυνατὸν καὶ τοὺς ἐκλεκτούς«. εἰ δὲ οὐδὲ ἐκεῖνος εἲποι ἂν ἐν τῇ τοῦ διαβόλου ἐξουσίᾳ ποιεῖν τὰ σημεῖα καὶ τὰ τέραρατα τοῦ »ψεύδους«, τὰ ἐν πάσῃ ἀπάτῃ ἀδικίας τοῖς ἀπολλυμένοις« ἐπιτελούμενα, πάσῳ πλέον ὁ σωτὴρ οὐκ (εἰ καὶ μὴ ἀντηρώτησεν) ἂλλο τι ἀπεκρίνατο ἢ ὅτι ἐν τῇ τοῦ θεοῦ; πρὸς δέ τὴν οὕτως προφανῆ ἀπόδρισιν καὶ ἐκείνους πυν- θάνεσθαι καὶ τὸν σωτῆρα μὴ ἀποκρίνεσθαι, εὒηθες εἶναί μοι φαίνεται.