Ancient Greek · ~14 min
Τῶν εἰς τὸ κατὰ Ματθαῖον Ὠριμένους ἐξηγητικῶν τόμος ιζ΄.
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 34.1
Not analysed yet
Ἐπεὶ οὐδεμιᾶς τροπολογίας δεῖται τὸ πύσμα τῶν Σαδ- δουκαίων περὶ τῶν ἑπτὰ ἀδελφῶν ἐσχηκότων μίαν γυναῖκα, φέρε κατανοήσωμεν τοὺς τοῦ σωτῆρος περὶ ταῦτα λόγους, ἐν οἷς φησι · πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ θεοῦ. ἐν γὰρ τῇ ἀναστάσει οὔτε γαμοῦσιν οὔτε γαμίζονται, ἀλλ᾿ εἰσὶν ὡς οἱ ἄγγελοι ἐν τῷ οὐρανῷ. πρὸς τοῦτο δέ ζητήσει τις τοιαῦτα· ὁ λέγων σωτὴρ τοῖς Σαδδουκαίοις· πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς μηδέ τὴν δύναμιν τοῦ θεοῦ ἐμφαίνει κατὰ τὰς γραφὰς παρίστασθαι τὸ ἐν τῇ ἀναστάσει τῶν νεκρῶν μὴ εἶναι γόμους, ἅτε τῶν ἀνθρώπων <ὁμοιωθ>ησομένων τοῖς ἐν ἀγγέλοις παρ’ οἷς οὐκ ἔστι γόμος. ποία οὖν γραφὴ δηλοῖ ὅτι ἐν τῇ ἀναστάσει οὔτε γαμοῦσιν οὔτε γαμίζονται; καὶ ποῦ τοῦ νόμου ἢ τῶν προφητῶν μανθάνομεν περὶ τῶν ἀναστησομένων ὅτι ἔσονται ὡς οἱ ἐν τῷ οὐρανῷ ἄγγελοι; σαφῶς γὰρ τοιαῦτα ἐν τῇ |παλαιᾷ γραφῆ οὐχ εὑρίσκομεν. κατὰ μὲν τὸν Λουκᾶν τοῦτο οὐ ζητηθήεται, ἀναγράψαντα τὸν σωτῆρα εἰρηκέναι· »οἱ υἱοὶ τοῦ αἰῶνος τούτου γεννῶσι καὶ γεννῶνται, γα- μοῦσι καὶ γαμίσκονται« καὶ <τὰ> ἑξῆς καὶ μὴ εἰπόντα ἐν τῷ τόπῳ τούτῳ τι πρὸς τοὺς Σαδδουκαίους καὶ περὶ τοῦ ἐν ταῖς γραφαῖς ταῦτα δηλοῦσθαι. κατὰ δέ τὸν Ματθαῖον ζητηθείη ἂν, ὁμοίως δέ κοὶ κατὰ τὸν Μᾶρκον· κατ᾿ αὐτὸν γὰρ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπε τοῖς Σαδδουκαίοις· »οὐ διὰ τοῦτο πλανᾶσθε μὴ γινώσκοντες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ θεοῦ; ὅταν γὰρ ἐκ νεκρῶν ἀναστῶσιν, οὔτε γαμοῦσιν οὔτε γαμίσκονται, ἀλλ᾿ εἰσὶν ὡς οἱ ἄγγελοι οἱ ἐν τοῖς οὐρανοῖς«. Ἔκαστος μέν οὖν τῶν ἐπιστησάντων τῇ ἐπαπορήσει ἡμῶν ζητείτω ἀπὸ τῶν γραφῶν παριστάμενα τὰ ὑπὸ τοῦ σωτῆρος εἰρημένα περὶ τῶν μετὰ τὴν ἀνάστασιν. ἡμεῖς δὲ τοιαῦτα φήσομεν ὅτι περιέχουσι ταῦτα αἱ γραφαὶ οὐκ αὐτολεξεὶ οὐδ’ ὥστε τοῖς τυχοῦσι νοηθῆναι, ἀλλ᾿ ἐν τροπολογίᾳ. »σκιὰν γὰρ ἔχων ὁ νόμος τῶν μελλόντων ἀγαθῶν« καὶ νομοθετήσας τινὰ περὶ γυναικῶν καὶ ἀνδρῶν καὶ δηγησάμενος γάμους δικαίους, οὐ περὶ τούτων προηγουμένως λέγει ἂ ἐκ τῆς Προχείρου λέξεως ἐκλάβοι τις ἄν. ἀλλὰ περὶ ὧν καὶ ἡμεῖς προαπεφήναμεν παραθέμενοι τὰ περὶ τοῦ γόμου τοῦ σωτῆρος <καὶ ἐκκλησίας> ἐσομένου ἐν τῷ αἰῶνι. οἷον <εἰ> »Ἀβραὰμ δύο ἔσχεν, ἴνα ἐκ τῆς παιδίσκης καὶ ἔνα ἐκ τῆς ἐλευθέρας. καὶ ὁ μὲν ἐκ τῆς παιδίσκης κατὰ σάρκα γεγέννηται, ὁ δὲ ἐκ τῆς ἐλευθέρας διά τῆς ἐπαγγελίας«, οὐ πάντως στῆναί με δεῖ ἐπὶ τοῦ αἰσθητοῦ γάμου τῆς ἐλευθέρας καὶ τῆς πρὸς τὴν παιδίσκην κοινωνίας· ταῦτα γάρ ἐστιν ἀλληγορούμενα«. ἀλλ᾿ εἰ καὶ ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα αὐτοῦ καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, κοὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν«, οὐχ οὕτως ἀκουστέον τοῦ λεγομένου ὡς οὐδὲν μυστήριον δηλοῦντος · »τὸ« γὰρ »μυστήριον τοῦτο μέγα ἐστὶ« κοὶ ὡς Παῦλός φησιν) »εἰς Χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν« ἀναφερόμενον. καὶ πρὸ βραχέος δὲ ἐκθέμενοι τὸ περὶ τῆς γαμουμένης τῷ ἀδελφῷ τοῦ τετελευτηκότος ἀνδρὸς αὐτῆς ὡς ἐδυνήθημεν ἐξητάσαμεν τὸ βούλημα τοῦ νόμου. εἰσὶ δὲ κοὶ ἄλλοι μυρίοι περὶ γυναικὸς καὶ ἀνδρὸς νόμοι ὡς περὶ τοῦ βιβλίου τοῦ ἀποστασίου καὶ περὶ τῶν δύο γυναικῶν ἑνὶ ἀνδρὶ γινομένων, μιᾶς μὲν ἀγα- πωμένης ἑτέρας δὲ μισουμένης, καὶ περὶ τῆς γαμουμένης αἰχμαλώτου τῷ αὐτῆς ἐρασθέντι, γαμουμένης δέ μετὰ τὸ ξύρασθαι καὶ ἐν πενθικοῖς κλαῦσαι τὸν πατέρα καὶ τὴν μητέρα αὐτῆς), ὧν ἕκαστος τὸ σεμνὸν καὶ θεῖον ἔχει ἐν τῇ εὑρισκομένῃ ἀληθινῇ τροπολογίᾳ. εἴ τις οὖν ἀναγινώσκων τὸν νόμον καὶ τὰ περὶ γάμων γυναικῶν καὶ ἀνδρῶν διεξερχόμενος οἴεται μηδὲν πλέον τῶν ὑπὸ τοῦ γράμματος σημαινομένων ***δήλοῦσθαι, πλανᾶται μὴ εἰδὼς τὰς γραφὰς μηδέ τὴν δύναμιν τοῦ θεοῦ.