Ancient Greek · ~21 min
Τῶν εἰς τὸ κατὰ Ματθαῖον Ὠριμένους ἐξηγητικῶν τόμος ιζ΄.
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 33.1
Not analysed yet
ταῦτα μέν, εἰ καὶ μετὰ παρεκβάσεως λελέχθαι δοκεῖ, εἰρήσθω εἰς σαφήνειαν τοῦ παρὰ Μωσεῖ νόμου, οὗ μνησθέντες οἱ Σαδδουκαιοι ἐΠύθοντο τοῦ σωτῆρος λέγοντες τὸ Μωσῆς ειπεν· ἐάν τις ἀποθάνῃ μὴ ἔχων τεκνα καὶ τὰ ἑξῆς. Φέρε δὲ μετὰ ταῦτα τὰ ἄλλα τοῦ εὐαγγελίου ἐξετάσωμεν τὰ ἀπὸ τοῦ ἦσαν δὲ παρ’ ἡμῖν ἑπτὰ ἀδελφοί· καὶ ὁ πρῶτος γήμας ἐτελεύτησε καὶ τὰ ἑξῆς. ὁ μὲν Ἡσαΐας ἐν τῇ προφητείᾳ φησίν· »'επιλήψονται ἑπτὰ γυναῖκες ἀνθρώπου ἑνὸς λέγουσαι· τὸν ἄρτον ἡμῶν φαγόμεθα καὶ τὰ ἱμάτια ἡμῶν περιβαλούμεθα· πλὴν τὸ ὄνομα τὸ σὸν κεκλήσθω ἐφ’ ἡμᾶς, ἄφελε τὸν ὀνειδισμὸν ἡμῶν«. οἱ δὲ προσελθόντες Σαδδουκαῖοι τῷ σωτῆρι τὸ ἀνάπαλιν τῇ προφητείᾳ φασὶ περὶ ἀνδρῶν ἑπτὰ γαμησάντων μίαν γυναῖκα. πλάσμα δὲ δοκεῖ μοι εἶναι τὸ πρόβλημα αὐτῶν, προθεμένων διὰ τοῦ πλάσματος τὸν περὶ ἀναστάσεως ἀθετῆσαι λόγον καὶ οἰηθέντων ἀκολουθεῖν τῇ ἀναστάσει τὸ ἕκασον τῶν ἀνισταμένων τὴν αὐτὴν ἔχειν σχέσιν πρὸς οὓς εἶχεν ἐν τῷ βίῳ τούτῳ, ἵν᾿ ὁ μὲν ἀνὴρ ἀπολάβῃ καὶ τὴν γυναῖκα μετὰ τὸ τυχεῖν ἀναστάσεως, ὁ δέ πατὴρ μείνῃ ἐν τῇ σχέσει τῇ πρὸς τὸν υἱὸν καὶ ὁ ἀδελφὸς πρὸς τὸν ἐδελφον. ἠγνόουν δέ ἄρα ὅτι ὁ δημιουργὸς πάντα ποιῶν πρὸς τὸ χρήσιμον, ὅπου μὲν γένεσίς ἐστι καὶ φθορά, πεποίηκεν ἀναγκαιως τας τοιαυτας σχέσεις, ἶν’ ὁ μέν τις ᾖ ἀνὴρ διὰ γυναικὸς διακονούμενος παίδων γενέσει, οἱ δὲ γεννώμενοι σχῶσί τι ἐκ τῆς διὰ τῶν αὐτῶν γενέσεως συγγενές, ὄντες ἀδελφοί· γενέσεως δέ ἔργον ἦν καὶ πατὴρ κοὶ υἱὸς καὶ μήτηρ καὶ θυγάτηρ. εἰ οὖν ἐν τῇ μακαριότητι οἱ γέρως ἀξιούμενοι διὰ τὸν ἐνεστηκότα αἰῶνα ἐν ᾧ καλῶς ἐβίωσαν ἐν ἐκείνῃ ἔσονται τῇ ζωῇ, καὶ οὐδεὶς τῶν μὴ ἀγωνισαμένων ἐνταῦθα καταξιοῦται τῆς ἐκ νεκρῶν ἀναστάσεως, δηλονότι ὧν ἐνταῦθα διὰ γένεσιν χρεία ἦν, ταῦτα οὐκ ἔσται ἐκεῖ. οὐδέν γὰρ παρέλκον ὁ θεὸς ποιεῖ οὐδὲ μάτην τι παρ’ αὐτῷ γίνεται. ἐχρῆν δὲ ὁρᾶν <τότε> τοὺς τὸ ἀκόλουθον αὐτῶν τῇ ὑπονοίᾳ περὶ τοῦ ἕκαστον ἀπολήψεσθαι τὴν ἑαυτοῦ γυναῖκα, ὅτι πόλιν ἐκεῖ τεκνογονίαι καὶ παίδων γενέσεις καὶ θάνατοι· εἰ δὲ ταῦτα καὶ νόσοι, εἰ δὲ γενέσεις καὶ νηπιότητες καὶ προβάσεις ἀπὸ νηπιότητος ἐπὶ τὸ συμπληροῦσθαι <τὴν> δφιάλεκτον καὶ ὕστερον τὸν καὶ ἐν τῇ συμπληρώσει τοῦ λόγου κακίαν, καὶ μόλις ποτὲ πόλιν ἀρετὴν ἐν ὀλίγοις τοῖς ζητοῦσιν αὐτὴν εὑρίσκεσθαι. Τούτων δέ τί ἂν εἴη ματαιότερον; κοὶ βέλτιόν γέ ἐστι μὴ εἶναι ἀνάστασιν τοῦ τοιαύτην εἶναι ὁποίαν ὑπενόουν οἱ Σαδδουκαῖοι, ὑπολαμβάνοντες ἀκολουθεῖν τῇ ἐκ νεκρῶν ἀναστάσει τὸ ἀπολαμβάνειν ἕκαστον τὴν γυναῖκα · ᾧ ἀκόλουθον ἦν καὶ ἕκαστον τῶν εἰρημένων ἔσεσθαι. εἴπερ οὖν καινὸς αἰών ἐστιν ἐλπιζόμενος κοὶ ὡς ὠνόμασεν Ἡσαΐας) »οὐρανὸς καινὸς καὶ γῆ καινὴ« καὶ ὡς ἐν τῷ εὐαγγελίῳ γέγραπται »ποτήριον« κοινῆς διαθήκης, ἀπὸ ἀμπέλου οἶμαι καινῆς, ἑτεροῖα δεῖ εἶναι πάντα τὰ τῆς ἐκεῖσε ζωῆς καὶ ἀληθῶς μακάρια. ὥσπερ δέ, ὡς ὁ λόγος ἀπέδειξεν, ἠκολούθησε τῷ εἶναι γυναῖκα καὶ ἄνδρα τὸ ἔσεσθαι κοὶ τέκνα πατέρων καὶ ἀδελφοὺς ἀδελφῶν καὶ μητέρος τῶν γεννωμένων, οὕτω μήποτε ἀκολουθεῖ τῷ μὴ εἶναι γυναῖκα ἢ ἄνδρα τὸ μηκέτι ἔσεσθαι πατέρα καὶ μητέρα καὶ ἀλλήλων τινὰς ἀδελφούς, τάχα οὐ περὶ μελλόντων μόνον ἀλλὰ κοὶ τῶν παρεληλυθότων. ἐκεῖ γὰρ οὐκέτι τοῦ κατὰ σάρκα γένους ἔσται μνήμη παρὰ τοῖς εὐλόγως ἀκούουσι τοῦ »μὴ μνημονεύετε τὰ πρῶτα, καὶ τὰ ἀρχαῖα μὴ συλλογίζεσθε· ἰδοὺ ποιῶ καινὰ πάντα«. καὶ κατὰ τοῦτο ἐν τῷ μέλλοντι αἰῶνι οὐ χρηματίσει πατὴρ τοῦ Ἀβραὰμ ὁ Θάρρα οὐδὲ τοῦ Ἰσμαὴλ καὶ τῶν ἀπὸ Χεττού- ρας ὁ Ἀβραάμ, τάχα δὲ οὐδέ τοῦ Ἰσαάκ· »τὰ γὰρ ἀρχαῖα παρῆλθε« καὶ τότε λεχθήσεται τὸ »ἰδοὺ γέγονε κοινὰ πάντα«. εἰ δέ ἐστιν ἄλλως τις παρὰ »τὸ κατὰ σάρκα« ἀδελφὸς καὶ ἑτέρως παρὰ τὰ ἐν γενέσει Πράγματα πατὴρ καὶ υἱός, οὐκέτι διὰ γυναικὸς οὐδέ δι᾿ ἀσχημόνων μερων του σωματος, ἀλλὰ ἀνάλογον τῷ καὶ τὸν σωτῆρα υἱὸν εἶναι τοῦ θεοῦ, ἐπιστήσει ὁ δυνάμενος τὰ τηλικαῦτα ὀρθῶς ζητεῖν χωρήσας »τὸ πάντα« ἐρευνῶν »πνεῦμα, καὶ τὰ βάθη τοῦ θεοῦ«. Ἐγὼ δέ οὐ μόνον ἐπὶ τούτων τὸ ἑτεροῖον καὶ ὥσπερ ὁμώνυμον παραλαμβάνω, λέγω τὰ ἀδελφοῦ κοὶ πατρὸς καὶυἱοῦ, ἀλλὰ καὶ περὶ γυναικὸς καὶ ἀνδρός. ἐν γὰρ τῇ ἀναστάσει τῶν νεκρῶν ἀληθὲς καὶ τὸ οὔτε γαμοῦσιν οὔτε γαμίζονται, ἀλλ᾿ εἰσὶν ὡς οἱ ἄγγελοι ἐν τῷ οὐρανῷ, ἀληθὲς δὲ καὶ τὸ ὡς ἐν παραβολῇ εἰρημένον περὶ ἑτεροίου παρὰ τοὺς ἐπὶ γῆς γάμους ἐν τῷ »ὡμοιώθη ἡ βασιλεία οὐρανῶν ἀνθρώπῶ βασιλεῖ, ὅστις ποιῶν γάμους τῷ υἱῷ αὐτοῦ« καὶ τὰ ἑξῆς καὶ ἐν τῷ »τότε ὁμοιωθήσεται ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας αὐτῶν« καὶ τὰ ἑξῆς. οὐκοῦν ὁ υἱὸς τοῦ βασιλέως ἐν τῇ ἀναστάσει τῶν νεκρῶν γαμεῖ γάμον παρὰ πάντα γόμον, ὃν ὀφθαλμὸς εἶδε καὶ οὖς ἤκουσε »καὶ ἐπὶ καρδίαν ἀνθρώπου« ἀνέβη· καὶ ἔσται ὁ σεμνὸς καὶ θεῖος ἐκεῖνος καὶ πνευματικὸς γάμος ἐν ἀρρήτοις ῥήμασιν, ἃ μὴ ἔξεστιν ἀνθρώπῳ λαλεῖν. ζητήσει δέ τις εἰ ἀνάλογον τῷ ἐν τῇ ἀναστάσει τῶν νεκρῶν τοῦ νυμφίου γάμῳ εἰσὶ καὶ ἄλλοι γάμοι ἢ ἐν τῇ ἀναστάσει τῶν νεκρῶν μόνος ὁ νυμφίος, καταργήσας πάντα γόμον, γαμεῖ γόμον, οὐχ ὅπου »ἔσονται οἱ δύο εἰς σάρκα μίαν«, ἀλλ᾿ ὅπου κυριώτερόν ἐστιν εἰπεῖν ὅτι ἐν πνεῦμά εἰσιν ὁ νυμφίος καὶ ἡ νύμφη. ἀλλ᾿ ὅρα μήποτε ὀλίσθῃς ἀκούων τοιούτων λόγων πρὸς τό τὴν περὶ τῶν αἰώνων μυθοποιίαν, ἀρρένων καὶ θηλειῶν, παραδέξασθαι κατὰ τοὺς ἀναπλάσαντας τὰς συζυγίας αὐτῶν οὐδαμῶς <οὔσας οὐδ’> ὑπὸ τῶν ἱερῶν γραμμάτων δηλουμένας.