Ancient Greek · ~25 min
<Ὡριγένους> τῶν εἰς τὸ Ματθαῖον εὐαγγέλιον ἐξηγητι- κῶν τόμος ιζ΄.
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 4.1
Not analysed yet
Τότε προσῆλθεν αὐτῷ ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου μετὰ τῶν υἱῶν αὐτῆς κοὶ τὰ ἑξῆς ἕως τοῦ |ἀκούσαντες δὲ οἱ δέκα ἠγα νάκτησαν περὶ τῶν δύο ἀδελφῶν (20, 20 —24). τὸ δ᾿ ὅμοιον αὐτῷ καὶ ὁ Μᾶρκος ἀνέγραφε τοῦτον τὸν τρόπον· »καὶ προσπορεύονται αὐτῷ Ἰάκωβος καὶ Ἰωάννης οἱ υἱοὶ Ζεβεδαίου καὶ λέγουσιν αὐτῷ« καὶ τὰ ἑξῆς ἕως τοῦ »ἤρξαντο ἀγανακτεῖν περὶ Ἰακώβου καὶ Ἰωάννου«. Ἄξιον ἐν τοῖς προκειμένοις ζητῆσαι νοῦν οὐκ εὐκαταφρόνητον καὶ ἀληθῶς εὐαγγελίῳ πρέποντα Ἰησοῦ Χριστοῦ. <προπαρεθέμεθα δὲ τοῦτο,> ἐπεὶ τὸ ῥητὸν τοῖς μέν ἁπλουστέροις καὶ πάντη ἀκεραίοις καὶ βάθη θεοῦ καὶ τῶν γραφῶν αὐτοῦ μὴ ἐπισταμένοις ζητεῖν ἐμφαίνει ἁπλότητα ἀξιώσεώς 〈τινος〉 καὶ τῆς πρὸς αὐτὴν τοῦ Ἰησοῦ ἀποκρίσεως. τοῖς δὲ κἂν ἐπὶ ποσὸν δυναμένοις βασανίζειν προβλήματα ὁ αὐτόθεν ἐμφαινόμενος νοῦς βραχύς ἐστι καὶ εὐτελὴς καὶ οὐδὲν ἔχων <μέγα>, μάλιστα ὅτε Ἰησοῦς ἀποκρίνεται ἁρμόζον αὐτοῦ τῇ μεγαλονοίᾳ. ὥσπερ γὰρ ἐπὶ κοσμικῆς βασιλείας έν προαγωγῇ δοκοῦσιν εἶναι οἱ συγκαθεζόμενοι τῷ βασιλεῖ ἐν τῇ βασιλικῇ ἐσθῆτι καθεζομένῳ καὶ ὁτιποτοῦν τῶν τῆς βασιλικῆς πραγμάτων διέποντι οὕτω δόξει κατὰ τὴν λέξιν) φανταζομένη ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου ἢ ὡς ὁ Μᾶρκος ἀνέγραψεν Ἰάκωβος καὶ Ἰωάννης) ἐξιοῦν ἀπὸ τοῦ σωτῆρος τὸ καθεσθῆναι τὸν μἐν ἕτερον ἐκ δεξιῶν αὐτοῦ ἐν τῇ βασιλείᾳ τυγχάνοντος, τὸν δέ λοιπὸν ἐξ ἀριστερῶν. καὶ οὐδέν μέν ἦν παράδοξον, γυναῖκα <γυναικείας> ἀπὸ καὶ ἰδιωτείας τοιαῦτα νομίζειν <δεῖν> ἀξιοῦν. δεδόσθω δέ ὅτι καὶ οἱ δύο ἀπόστολοι, ὡς ἄνθρωποι ἔτι ἀτελεῖς κοὶ μηδὲν νοοῦντες βαθύτερον περὶ τῆς βασιλείας Χριστοῦ, τοιαῦτα ὑπελάμβανον περὶ τῶν συγκαθεζομένων τῷ Ἰησοῦ· ἐπὰν δὲ κοὶ ὁ Ἰησοῦς ὡς συγκατατιθέμενος τῷ μέγα εἶναι τὸ καθεσθῆναί τινα ἐκ δεξιῶν ἢ ἐξ εὐωνύμων αὐτοῦ ἐπαίρῃ τὴν ἀξίωσιν κοὶ λέγη· οὐκ οἴδατε τί αἰτεῖσθε καὶ οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ’ οἷς ἡτοίμασται ὑπὸ τοῦ πατρός μου, ζητήσοι τις ἃν συνετὸς δοκῶν εἶναι ἀκροατὴς τῆς γραφῆς, τί βούλεται τὸ καθέζεσθαι ἐκ δεξιῶν ἢ ἐξ εὐωνύμων Ἰησοῦ ἐν τῇ βασιλεία αὐτοῦ. Καὶ πρὸς τοὺς ὐπολαμβάνοντάς γε περιεργότερον ἠμᾶς ταῦτα ζητεῖν συνακτέον τὰ περὶ καθίσεων ἀναγεγραμμένα θεοῦ ἢ τοῦ Χριστοῦ, ἵνα τῇ βασάνῳ τῶν εἰς τοῦτο συνγομένων καὶ παραθέσει αὐτῶν πρὸς ἄλληλα ἀνατεῖλαι δυνηθῇ μέγεθός τι δόγματος ἀπὸ ἁπλουστέρου παραδείγματος ληφθέντος. οἷον ἐν μὲν τῇ τρίτη τῶν Βασιλειῶν γέγραπται ὅτι »εἶπε Μιχαίας«· »εἶδον θεὸν Ἰσραὴλ καθήμενον ἐπὶ θρόνου αὐτοῦ, κοὶ πᾶσα ἡ στρατιὰ τοῦ οὐρανοῦ εἱστήκει περὶ αὐτὸν ἐκ δεξιῶν αὐτοῦ καὶ ἐξ εὐωνύμων αῦτοῦ« καὶ τὰ ἑξῆς· ἐν δέ τῇ δευτέρᾳ τῶν Παραλειπομένων ό αὐτὸς Μιχαίας φησὶ παραπλήσια τούτοις ἐν τῷ· »ἀκούσατε λόγον κυρίου. εἶδον κύριον καθήμενον ἐπὶ θρόνου δόξης αὐτοῦ, καὶ πᾶσα δύναμις τοῦ οὐρανοῦ εἱστήκει ἐκ δεξιῶν αὐτοῦ καὶ ἐξ ἀριστερῶν αὐτοῦ« καὶ τὰ ἑξῆς. καὶ ἐν ‘Ησαΐᾳ δέ γέγραπται· »καὶ ἐγένετο τοῦ ἐνιαυτοῦ οὗ ἀπέθανεν Ὀζίος ὁ βοσιλεὺς εἶδον τὸν κύριον καθήμενον ἐπὶ θρόνου ὑφηλοῦ καὶ ἐπηρμένου« καὶ τὰ έξῆς. ἔτι δὲ καὶ ἐν τῷ Δανιὴλ τοιαῦτα γέγραπται· »ἐθεώρουν ἕως οὗ θρόνοι ἐτέθησαν, καὶ παλαιὸς ἡμερῶν ἐκά- θητο« καὶ τὰ ἑξῆς. παραπλήσια τούτοις ἔστιν εὐρεῖν καὶ ἐν τῷ Ἰεζεκιὴλ κατὰ τὴν ἀρχὴν τῆς προφητείας αὐτοῦ, ὅτε φησίν · »ὑπεράνω τοῦ στερεώματος τοῦ ὑπέρ κεφαλῆς αὐτῶν δῆλον δ’ ὅτι τῶν χερουβὶμ) ὡς ὅρασις λίθου σαπφείρου, ὁμοίωμα Πρόνου ἐπ' αὐτοῦ, καὶ ἐπὶ τοῦ ὁμοιώματος τοῦ θρόνου ὁμοίωμα ὡς εἶδος ἀνθρώπου ἄνωθεν«. ἐν δὲ τῶ ἑκατοστῶ ἐννάτω ψαλμῷ τὸ »εἶπεν ὁ κύριος τῷ κυρίῳ μου · κάθου ἐκ δεξιῶν μου« ἐμφαίνει κάθισιν τοῦ πατρὸς καὶ ἄλλην τοῦ σωτῆρος καθεζομενου ἐκ δεξιῶν αὐτοῦ. καὶ πόλιν ἐν ἄλλῳ ψαλμῷ εὐχόμενος ὁ προφήτης φησίν· ὁ καθήμενος ἐπὶ τῶν ερουβὶμ ἐμφάνηθι«, κοὶ πάλιν · ὁ θεὸς κάθηται ἐπὶ θρόνου ἀγίου αὐτοῦ« εἰ δέ κοὶ ἀπὸ τῶν εὐαγγελίων παράδειγμα βούλει λαβεῖν, ἄκουε Ματδαίου ἀναγράφοντος τίνα τρόπον ὁ Ἰησοῦς εἶπε τοῖς μαθηταῖς· »ἀμήν λέγω ὑμῖν ὅτι ὑμεῖς οἱ ἀλοκουθήσαντές μοι, ἐν τῇ παλιγγενεσίᾳ, ὂταν καθίσῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ« καὶ τᾶ ἑξῆς καί· »ἀπάρτι ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως«]. καὶ ὁ Ματθαῖος <καὶ> ταῦτάφησιν· »ὂταν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξη αὐτοῦ κοὶ πάντες οἱ ἄγγελοι μετ’ αὐτοῦ, τότε καθίσει ἐπὶ θρόνου δόξης αὐτοῦ« κοὶ τὰ ἑξῆς, καὶ ἀπάρτι ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως«. τὸ δὲ ἰσοδυναμοῦν αὐτῷ καὶ ὁ Μᾶρκος ἀνέγραψεν ἐν τῷ καὶ ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν καθήμενον τῆς δυνάμεως καὶ ἐρχόμενον μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ«, καὶ ὁ Λουκᾶς δὲ τὸ ὅμοιόν φησιν ἐν τῷ »ἀπὸ γὰρ τοῦ νῦν ἔσται ὁ υἱὸς τοῦ ἀνθρώπου καθήμενος ἐκ δεξιῶν τῆς δυνάμεως τοῦ θεοῦ«. Καὶ τέ με δεῖ ἐπὶ πλεῖον τὰ τοιαῦτα συνάγειν, βουλόμενον <μετὰ> τὴν εὐτελῆ καὶ ἁπλουστέραν καὶ ταπεινοτέραν ἐκδοχὴν περὶ τῆς ἐν τῇ βασιλείᾳ καθίσεως τοῦ Χριστοῦ καὶ τῶν ἐκ δεξιῶν ἢ ἐξ εὐωνύμων αὐτοῦ καθεδουμένων παραστῆσαι <καὶ> μυστικωτέραν ἲν' ἵν’ εὐλόγως ὑπὸ τῶν ἐπὶ rd θεῖα νοήματα ἀναβαίνειν οἴων τε ὄντων ἐξετασθῆναι καὶ εὐρεθῆναί τι ἄξιον τοῦ ἀνακρίνοντος »πάντα« πνευματικοῦ καὶ »ὑπ' οὐδενὸς« ἀνακρινομένου, ἀνάλογον τοῖς τοῦ Παύλου περὶ πνευματικῶν φωναῖς 〈καὶ περὶ> εὐαγγελικῶν ἐροῦντος. ὡς γὰρ Παῦλος κατὰ τὸν πενυματικὸν ἐκλαβὼν νόμον τὰ περὶ τοῦ μάννα καὶ τῆς πέτρος καὶ τοῦ ἀπ' αύτῆς ὕδατός φησι · καὶ πάντες τὸ αὐτὸ βρῶμα πνευματικὸν ἔφαγον, καὶ πάντες τὸ αὐτὸ πόμα πνευματικὸν ἔπιον· ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρος, ἡ δὲ Πέτρα ἦν ὁ Χριστός«, οὕτως εἴποι ἄν ὁ ἐπὶ τὴν πέτραν ταύτην ἑστὼς πνευματικος καὶ ἐπὶ τούτῳ εύχαριστῶν τῷ θεῷ καὶ λέγων καὶ περὶ ἑαυτοῦ· »ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατεύθυνε t]a διαβήματά μου«, ὅτι πνευματική ἐστιν ἡ κάθισις θεοῦ ἐπὶ πνευματικοῦ θρόνου καὶ ἡ Χριστοῦ ὁμοίως, καὶ τὸ ἐκ δεξιῶν τῆς δυνάμεως« καθέζεσθαι τὸν Χριστὸν πνευματικόν ἐστιν. οὐδὲν γὰρ κατὰ ταῦτα δηλοῦται περὶ σωματικῆς καθίσεως, ἢν ὡρίσαντο ἑδρασμὸν εἶναι ἐπὶ τῶν ἰσχίων ἑδραζομένων ἐπί τινος ἒδρας)· καὶ γὰρ γελοῖον διὰ τὸ σωματικῶς ταῦτα ὠνομάσθαι νομίζειν θρόνους τινὰς <σωματικῶς> εἶναι δεδημιουρ- γημένους, οὐκ οἶδα ἐκ ποίας ὕλης, δεκτικοὺς τῆς καθίσεως τοῦ θεοῦ ἢ τοῦ Χριστοῦ ἢ τῶν καθεζομένων ἐκ δεξιῶν ἢ ἐξ εὐωνύμων Χριστοῦ, οἶς ἡτοίμασε τὸ τοιοῦτον ὁ πατήρ. οὐκ οἶδα δὲ εἰ εὐαγές ἐστι σωματικὸν νομίζειν εἶναι τὸ ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων« τοῦ θεοῦ ἑστηκέναι τὴν στρατιὰν τοῦ οὐρανοῦ« σωματικῶς, ἢ πόλιν οἴεσθαι τοὺς μέν σῳζομένους καὶ ἐπαινουμένους ἐν τοῖς σωματικοῖς εἰναι δεξιοῖς τοῦ βασιλέο)ς ἡμῶν Ἰησοῦ Χριστοῦ, τοὺς δέ ψεκτοῦς καὶ ἀπολουμένους ἐν τοῖς ἀνάλογον τούτοις σωματικοις ευωνυμοις.