Ancient Greek · ~18 min
<Ὡριγένους> τῶν εἰς τὸ Ματθαῖον εὐαγγέλιον ἐξηγητι- κῶν τόμος ιζ΄.
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 3.1
Not analysed yet
Οὐδὲν λυπεῖ ἐκθέσθαι τὴν προτέραν καὶ παραπλησίαν τοῖς ἐκκειμένοις λέξιν οὕτως ἔχουσαν· »τότε διεστείλατο τοῖς μαθηταῖς αὐτοῦ, ἵνα μηδενὶ εἴπωσιν ὅτι αὐτός ἐστιν ὁ Χριστός« καὶ τὰ ἑξῆς ἕως τοῦ »καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθῆναι«. ἐπὶ τούτοις γὰρ εἴρηται τὸ »καὶ προσλαβόμενος αὐτὸν ὁ Πέτρος« καὶ τὰ ἑξῆς. ἔτι δὲ ἀνωτέρω μὲν εἴρηται »ἀποκτανθῆναι« μέλλειν τὸν σωτῆρα· ἐνταῦθα δὲ <καὶ> τὸ εἶδος τῆς ἀναιρέσεως γέγραπται, τὸ σταυρωθῆναι. ἕως μὲν οὖν Ἰησοῦς οὐ παρεδίδοτο ἐν Ἱεροσολύμοις τοῖς ἀρχιερεῦσι καὶ γραμματεῦσιν οὐδέ κατεκρίνετο θανάτῳ οὐδὲ ἐνεπαίζετο ἢ ἐμαστιγοῦτο ἢ ἐσταυροῦτο, Ἱεροσόλυμα συνειστήκει καὶ τό καλούμενον ἁγίασμα οὐ κατεβάλλετο. ὅτε δέ ταῦτα τῷ Ἰησοῦ ποιῆσαι τετολμήκασι, τότε οἱ παραδόντες αὐτὸν ἐγκατελείφθησαν καὶ οἱ ἀρ- Χιερεῖς τοῦ εἶναι ἀρχιερεῖς ἐπαύσαντο ὡς μηδὲ μετ’ αὐτοὺς εἶναι ἀρχιερεῖς, τότε δὲ καὶ οἱ κατακρίναντες τὸν Ἰησοῦν θανάτῳ γραμματεῖς πωρωθέντες τὴν διάνοιαν καὶ τυφλωθέντες τὸν λογισμὸν οὐκ ἔβλεπον τὸ βούλημα τῶν ἁγίων γραμμάτων. καὶ πάντες ἐκεῖνοι <οἱ> τὸν Ἰησοῦν θανάτῳ παρεδόθησαν τῷ ἐχθρῷ Χριστοῦ θανάτῳ, καὶ ἀμπαίξαντες τῷ Ἰησοῦ εἰς ἐμπαιγμὸν γεγόνασι κυκλωθείσης »ὑπὸ στρατοπέδων Ἱερουσαλὴμ« ὅτε καὶ »ἤγγισεν ἡ ἐφήμωσις αὐτῆς«, ἀλλὰ καὶ τὸν Ἰησοῦν μαστιγώσαντες αὐτοὶ ἐμαστιγώθησαν καὶ μαστιγοῦνται ἕως »τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ«· ὁ γὰρ »βάλλων λίθον εἰς ὕφος ἐπὶ τὴν κεφαλὴν αὐτοῦ βάλλει«. καὶ πάντα ταῦτα γεγένηται, ἵν' ἐκείνων μὲν ἀποστῇ ἡ ἐπισκοπή, ἐπὶ δέ τοὺς ἀπὸ τῶν ἐθνῶν μεταστῇ, σῳζομένους ἅμα τῷ »κατ' ἀκλογὴν« λείμματι· »εἰ μὴ« γὰρ »κύριος Σαβαὼθ ἐγκατέλιπεν« αὐτοῖς »σπέρμα, ὡς Σόδομα ἄν« ἐγενήθησαν, »καὶ ὡς Γόμορρα ἂν« ὡμοιώθησαν. ἐγὼ δ’ οἶμαι ὅτι ὥσπερ <ἡ> »ὑποδείγματι καὶ σκιᾷ« λατρεία πάλαι ἐπιτελουμένη »τῶν ἐπουρανίων« κατελύθη διὰ τὰ ἐπουράνια καὶ ἐλθόντος <τοῦ> ἀληθινοῦ ἀρχιερέως ὁ συμβολικὸς ἀρχιερεὺς ἐπαύσατο καὶ τῶν ἀληθινῶν ὑπέρ ἁμαρτιῶν θυσιῶν ἐπιτελουμένων αἱ συμβολικαὶ <θυσίαι> καθῃρέθησαν, οὕτως ὅτε ἡ ἀληθινὴ Ἱερουσαλὴμ τὸν Ἰησοῦν ἐδέξατο ἀναβάντα ἐπὶ τὸ ὑποζύγιον ἑαυτοῦ σῶμα (ἐφ’ ᾧ καὶ ἔχαιρε σφόδρα θυγάτηρ Σιὼν καὶ ἐκήρυσσεν ἡ θυγάτηρ τῆς ἄνω Ἱερουσαλήμ), τότε καθῃρέθη Ἱερουσαλὴμ ἡ σκιὰ καὶ καταπέπτωκεν ὁ ναὸς ὁ ἐκ νεκρῶν λίθων διὰ τὸν ἐκ ζώντων λίθων ναὸν <ἐγερθησόμενον> κατεσκάφη δὲ καὶ τὸ κάτω θυσιαστήριον, ἐπείπερ ἐχρημάτισε τὸ ἐπουράνιον, τὰ ἐγκαίνια αὐτοῦ Ἰησοῦ ἐν τῇ ἀληθινῇ λατρείᾳ ποιήσαντος. Εἰ δὲ κατά τι τῶν σημαινομένων οἱ ἄνθρωποι ἡ πόλις εἰσί, καὶ νῦν ἐν Ἰεροσολύμοις (οὕτω δὲ τοὺς ἔχοντας τὰς ἀλπίδας ἐπὶ τὸν ἐπὶ γῆς τόπον) Παραδίδοται ὁ Ἰησοῦς τοῖς ἐπαγγελλομένοις τὴν τοῦ θεοῦ θεραπείαν Ἰουδαίοις, καὶ >ὡσπερεὶ ἀρχιερεῖς τυγχάνοντες καὶ οἱ τὰ θεῖα γράμματα αὐχοῦντες διηγεῖσθαι γραμματεῖς κατακρίνουσι δανάτῳ τὸν Ἰησοῦν δι’ ὧν κακῶς λέγουσιν γουσιν αὐτόν, καὶ οὐκ ἔστιν ὅτε οὐ παραδιδόασι τοῖς ἔθνεσιν Ἰησοῦν ἐμπαίζοντες αὑτῷ καὶ τῇ διδασκαλίᾳ αὐτοῦ παρ’ αὐτοῖς, καὶ ἀεὶ ταῖς γλώσσαις αὐτῶν μαστιγοῦσι τὴν διὰ Ἰησοῦ Χριστοῦ θεοσέβειαν. καὶ αὐτοὶ μὲν αὐτὸν σταυροῦσι δι ὧν ἀναθεματίζουσι καὶ ἀναιρεῖν θέλουσι τὴν διδασκαλίαν αὐτοῦ. ὁ δὲ κρείττων αὐτῶν <πάντων> ἀλίγον διαλιπὼν ἐγείρεται καὶ ζῶν τοῖς 〈ἔθνεσι τοῖς> εἰδηφόσι βλέπειν φαίνεται. νῦν γὰρ »τίς τυφλὸς ὡς ‘Ησαΐας ἐκ προσώπου τοῦ θεοῦ φησιν) <ἀλλ᾿> ἢ οἱ παῖδές μου, κοὶ τίνες κωφοὶ ἀλλ’ ἢ οἱ κυριεύοντες αὐτῶν«; φησὶ γὰρ μετὰ μεγάλου καὶ προφητικοῦ ἤθους καὶ πνεύματος· »οἱ κωφοί, ἀκούσατε, καὶ οἱ τυφλοί, ἀναβλέματε ἰδεῖν. καὶ τίς τυφλὸς ἀλλ' ἢ οἱ παῖδές μου, καὶ τίνες κωφοὶ ἀλλ’ ἢ οἱ κυριεύοντες αὐτῶν; καὶ ἐτυφλώθησαν οἱ δοῦλοι τοῦ θεοῦ«· ἦλθε γὰρ Ἰησοῦς »εἰς κρίμα εἰς τὸν κόσμον τοῦτον, ἵνα οἱ μὴ βλέποντες εἰσὶ δ’ οὗτοι τὰ ἔθνη) βλέπωσι καὶ οἱ βλέποντες ὁ Ἰσραὴλ) ἐκεῖνοι τυφλοὶ γένωνται«. τηλικούτου γοῦν φωτὸς ἀληθινοῦ ἀνατείλαντος καὶ δεικνύντος τοῦ λόγου αὑτὸν καὶ φάσκοντος · »ἰδοὺ ἀνήρ, Ἀνατολὴ ὄνομα αὐτῷ«, οὐκ εἶδον τὸ φῶς, ἐπεὶ ἐτύφλωσεν αὐτοὺς ἡ κακία αὐτῶν, καὶ οὐκ ἔγνωσαν μυστήρια θεοῦ«, καὶ παράδοξον γεγένηται τῷ λαῷ ἐκείνῳ καὶ τοῖς ἔθνεσι. λύχνον μέν γὰρ ἕκαστον τῶν προφητῶν τυγχάνοντα ἐώρα ὁ λαός, ἀνατείλαντα δὲ τὸν τῆς δικαιοσύνης ἥλιον οὐκ ἔγνωσαν· διὸ καὶ εἴ τινα ἐδόκουν ἔχειν λύχνον, ἀφῃρέθη ἀπ’ αὐτῶν. »λαὸς« δέ ὁ τῶν ἐθνῶν »ὁ καθήμενος ἐν σκότει εἶδε φῶν«, οὐχ ὁποῖον ὁ Ἰσραὴλ μικρόν μικρὸν γὰρ φῶς ἕκαστος ἦν τῶν προφητῶν), ἀλλὰ »λαὸς ὁ καθήμενος ἐν σκότει εἶδε φῶς μέγα«, τὸν κύριον καὶ σωτῆρα ἡμῶν Ἰησοῦν Χριστόν, οὗ τὸ μέγεθος φαίνεται διατείνοντος »ἀπὸ πέρατος γῆς εἰς τὸ πέρας αὐτῆς εὐρώστως, κοὶ διοικοῦντος« τὰς ἐκκλησίας »χρηστῶς«, ὅτε τὸ πνεῦμα αὐτοῦ πεπλήρωκε τὴν οἰκουμένην, πληρωθείσης τῆς λεγούσης προφητείας, »ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς« ἔσεσθαι »τὸ ὄρος τοῦ θεοῦ«· καὶ νῦν »πορεύονται ἐπ᾿ αὐτὸ πάντα τὰ ἔθνη«, καὶ ἔστι τοῦτο Χριστὸς Ἰησοῦς.