Ancient Greek · ~18 min
<Ὡριγένους> τῶν εἰς τὸ Ματθαῖον εὐαγγέλιον ἐξηγητι- κῶν τόμος ιζ΄.
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 6.1
Not analysed yet
Κοὶ ἐν τούτοις δέ ζητήσει τις τί τὸ ποτήριον καὶ τί τὸ βάπ- τισμα, ὡς ἕτερα ἀλλήλων <ὅντα ἀμφότερα καὶ οὕτως ὠνομασμένα> κοὶ δεόμενα οὐ τῆς τυχούσης δυνάμεως τῆς τοῦ πιομένου ἢ τοῦ βαπτισθησομένου, κοὶ πιομένου οὐκλλο ποτήριον ἢ ὁ ἔμελλε πίνειν ὁ Ἰησοῦς βαπτισθησομένου τε παραπλησίως βάπτισμα, ὃ αὐτὸς ἔμελλε βαπτίζεσθαι ὁ κύριος. οἱ πολλοὶ μέν οὖν τὰ ἀμφότερα ἄγουσιν εἰς τὴν κατὰ τὸ μαρτύριον οἰκονομίαν, οὐ παριστάντες οὔτε εἰ δύο ἐπινοίας ἔχει δηλουμένας διὰ τῶν δύο ὀνομάτων ἔν τῇ ὑποστάσει τυγχανόντων, οὔτ’ εἰ δύναται καὶ δύο δηλοῦσθαι ἐν τούτοις πράγματα. ἡμεῖς δὲ οὑκ ἀποδοκιμάζομεν μέν καὶ ταύτην τὴν ἐκδοχήν, ἐφίστα- μεν δέ εἰ δύναται καὶ ἄλλο τι δηλοῦν παρὰ ταῦτα τὰ δύο ὀνόματα. κοὶ ἐπεὶ πολύ ἐστι τὸ νῦν ἀκριβῶς διαλαβεῖν περὶ αὐτῶν, ὀλίγα εἰς τὸ στῆναι τὰ ἐμφαινόμενα ἡμῖν παραστήσομεν εἰς τὸν τόπον. καὶ εἰς μὲν τὸ δηλοῦσθαι ἐν τούτοις τὸ μαρτύριον οὐ μόνῳ χρήσεταί τις τῷ »πάτερ, εἰ δυνατόν, παρένεγκε τοῦτο τὸ ποτηριον απ εμου«, ως ἐπιπόνως πινόμενον ὑπὸ τοῦ ἀναδεχομένου τοὺς ἐν τῷ μαρτυρίῳ ἀγῶνας, ἕως τις ἐκπίῃ ὑπομείνας τὰ κατὰ τὸν ἐν τῷ μαρτυρίῳ πειρασμὸν πάντα τὰ προσαγόμενα αὐτῷ, ἀλλὰ καὶ τῷ ἐν ἑκατοστῷ πεντεκαιδεκάτῳ Ψαλμῷ εἰρημένω̣ · τί ἀνταποδώσω τῷ κυρίῳ περὶ πόντων ὧν ἀνταπέδωκέ μοι; ποτήριον σω- τηρίου λήψομαι, καὶ τὸ ὄνομα κυ- ρίου ἐπικαλέσομαι«. τὰς εὐχάς μου τῷ κυρίῳ ἀποδώσω ἐναντίον παντὸς του λαου αυτου. «τιμιος εναντιον γυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ«. οὐδὲν γὰρ δυνάμεθα πλεῖον ἀποδοῦναι τῷ κυρίῳ ἐφ’ οἶς εὐηργετήθημεν ἢ τὸ τοῦ σωτηρίου πο- τήριον προθύμως λαβεῖν καὶ ἐπικαλέσασθαι τὸ τοῦ κυρίου ὄνομα εἰς τὸ πιεῖν αὐτό · ἐν ᾧ ἐκπινομένῳ ἀπᾴδωσί τις τὰς εὐχὰς αὑτοῦ πάσας τῷ κυρίῳ ἐναντίον πιστὸς τοῦ λαοῦ αὐτοῦ«. σαφῶς δὲ ἐδίδαξεν ἐν τούτοις ὅτι τὸ ποτήριον <τὸ μαρτύριόν> ἐστιν ὁ ἐπαγαγὼν κατὰ τὸ ποτήριον τὸ τίμιος ἐναντίον κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ«. τῇ δέ ἐπινοίᾳ τὸ μαρτύριον δύο ἐστίν, ὧν τὸ μὲν ἔν καλεῖται ποτήριον σωτηρίου«, τὸ δὲ λοι- πὸν βάπτισμα. καὶ καθὸ μὲν ὑπομένει τις τους πονους, ποτη- ριόν ἐστιν εκπινομενον υπο του φέροντος πάντα τὰ Προσαγόμενα εἰς εουτον, ἀναλαμβάνοντος καὶ οἱονεὶ πνίγοντος τὰς ἀλγηδόνος καὶ μὴ ἀνωθουμένου αὐτὰς μηδέ ἀποβάλλοντος ἢ ἐμοῦντος. καθὸ δέ ἄφεσιν λαμβάνει ἁμαρτημάτων ὁ ὑπομείνας, βάπτισμα ἐστιν· εἰ γὰρ τὸ βάπτισμά ἄφεσιν ἁμαρτημάτων ἐπαγγέλλεται, καθὼς παρειλήφαμεν περὶ τοῦ ἐν ὕδατι καὶ πνεύματι βαπτίσματος, ἄφεσιν δὲ λαμβάνει ἁμαρτημάτων καὶ ὁ τὸ Ι τοῦ μαρτυρίου ὑπομείνας βάπτισμα, βάπτισμα τὸ μαρτύριον εὐ- λόγως λέγοιτ’ ἂν. Ὅτι δὲ ἄφεσις ἁμαρτημάτων γίνεται <παντὶ> τῷ τὸ μαρτύριον ὑπομείναντι, δῆλον ἐκ τοῦ »πᾶς ὃς ἐὰν ὁμολογήση έν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς«. ὁμολογεῖ δὴ ἔμπροσθεν τοῦ ἐν τοῖς οὐρανοῖς Πα- τρὸς ὁ σωτὴρ πάντα τὸν ὁμολογήσαντα, κἂν τύχῃ πρὸ τῆς ὁμολογίας ὁτιποτοῦν ἁμαρτών· εἰ γὰρ τοὺς ὁτιποτοῦν ἁμαρτ<όντας ὁμολου> ήσαντας οὐχ ὁμολογήσει, οὐκ ἔσται ἀληθές τὸ »πᾶς οὖν ὅστις ὁμολογήσει ἐν ἐμοὶ« κοὶ τὰ ἑξῆς. οὐκ οἶμοι δ’ ὅτι ἔμπροσθεν τοῦ ἐν οὐρανοῖς πατρὸς ὁμολογήσει ὁ σω- τὴρ τὸν ὁποιῳποτοῦν ἔνοχον ἁμαρτήματι· παρρησιαζομένουγὰρ <υἱοῦ> ἐνώπιον πατρός ἐστιν ἡ ὁμολογία ἐπὶ τῷ ὁμολογουμένῳ ὡς ἀξίῳ τῆς <Χριστοῦ> ἐπὶ τοῦ πατρὸς μὴ σαινέτω δέ ἡμᾶς εἰ ὁ σωτὴρ πορὰ τῷ Μάρκῳ καὶ τὸ ποτήριον πίνει, καὶ τὸ βάπτισμα βαπτίζεται· κοὶ γὰρ ἡνίκα ὁ Ἰωάννης ἦλθεν εἰς πᾶσαν περίχωρον τοῦ Ἰορδάνου κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν«, καὶ Ἰησοῦς »παραγίνεται πρὸς τὸν Ἰωάννην τοῦ βαπτισθῆναι ὑπ’ ἀὐτοῦ« οἱονεὶ ἀπολουόμενος τὰ ἡμέτερα ἁμαρτήματα, ἵν ἡμεῖς τῷ λουτρῷ αὐτοῦ καθαρισθῶμεν. μᾶλλον δὲ ἐμφαίνεται τὸ καθαρίζεσθαι ἡμᾶς ἐπὶ τῷ μαρτυρίῳ αὐτῷ, καθὸ ἐβαπτίζετο ἀναλαβὼν ἡμῶν τὰς ἁμαρτίας, ἵνα αὐτὰς λύσῃ καὶ ἀφ’ ἡμῶν καὶ ἀφ’ ἑαυτοῦ· διόπερ »ὃ <ἀπέθανεν,> ἀπέθανε τῇ ἁμαρτίᾳ« ἡμῶν, ἐπεὶ αὐτὸς ἀπέθανε τῇ ἁμαρτίᾳ« οὐ τῇ ἑαυτοῦ ἀλλὰ τῇ ἡμετέρᾶ, εἴ γε ἔχειν λόγον τὸ τοιοῦτον δόξει τισί. πεπώκασι δέ <κατὰ ταῦτα, ὡς ἐμοὶ δοκεῖν, καὶ τὸ> ποτήριον καὶ τὸ βάπτισμα ἐβαπτιίσθησαν οἱ τοῦ Ζεβεδαίου υἱοί, ἐΠείπερ Ἡρώδης μέν ἀπέκτεινεν »Ἰάκωβον τὸν <ἀδελφὸν> Ἰωάννου μαχαίρᾳ«, ὁ δὲ Ῥωμαίων βασιλεὺς ὡς ἡ παράδοσις διδάσκει) κατεδίκασε τὸν Ἰωάννην μαρτυροῦντα διὰ τὸν τῆς ἀληθείας λόγον εἰς Πότμον τὴν νῆσον. διδάσκει δέ τὰ περὶ τοῦ μαρτυρίου ἑαυτοῦ Ἰωάννης, μὴ λέγων τις αὐτὸν κατεδίκασε, φάσκων ἐν τῇ Ἀποκαλύψει ταῦτα· ἐγὼ Ἰωάννης, ὁ ἁδελφὸς ὑμῶν καὶ συγκοινωνὸς ἐν τῇ θλίψει καὶ βασιλείᾳ καὶ ὑπομονῇ ἐν Ἰησοῦ, ἐγενό- μην ἐν τῇ νήσῳ τῇ καλουμένῃ Πάτμῳ διὰ τὸν λόγον τοῦ θεοῦ« καὶ τὰ ἑξῆς. καὶ ἔοικε τὴν ἀποκάλυψιν ἐν τῇ νήσῳ τεθεωρηκέναι.