Ancient Greek
<Ὡριγένους> τῶν εἰς τὸ Ματθαῖον εὐαγγέλιον ἐξηγητι- κῶν τόμος ιζ΄.
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 7
Not analysed yet
Ὁ δὲ προστιθεὶς μετὰ τὴν ἀποδεδομένην διήγησιν εἰς τὸ Ποτήριον καὶ τὸ βάπτισμα τοιαῦτά φησιν· ὥσπερ ἔστι τι βρῶμα τοῦ σωτῆρος, περὶ οὗ λέγει· »ἐμὸν βρῶμά βστιν ἐστιν ἵνα ποιήσω τὸ θέλημα τοῦ πέμψαντός με κοὶ τελειώσω αὐτοῦ τὸ ἔργον«, οὕτως ἀνάλογόν ἐστι ποτήριον ἐκείνῳ τῷ βρώματι. ὁ τολμηρὸν μὲν διορίσαι ἀπὸ τοῦ βρώματος καὶ παραστῆσαι πραγματικῶς, ὅμως δὲ ὁ δυνάμενος ἐπιστησάτω μήποτε τὸ μὲν προετικόν ἐστι τὸ βρῶμα τὸ δέ θεωρητικὸν τὸ πόμα. κατὰ γὰρ τὸ ἐσυίειν τὸν Χριστόν, ἐν τῷ ποιεῖν τὸ θέλημα τοῦ πέμψαντος« αὐτὸν καὶ τελειοῦν ἐκείνου τὸ ἔργον«, τὸ κοὶ πίνειν αὐτόν ἐστι ,ἐν τῷ νοεῖν> θέλημα τοῦ πέμψαντος« αὐτὸν καὶ τελειῶσαι αὐτοῦ τὴν γνῶσιν. εἰ δὲ δύναται ἢ μὴ εἰς ταύτην τὴν διαφορὰν ἀναφέρεσθαι <καὶ> τὸ ἡ σάξ ἀληθῶς ἐστι βρῶσις, καὶ τὸ αἷμά μου ἀληθῶς ἐστι πόσις«, καὶ σὺ κρινεῖς. λέγοι γὰρ ἄν τις ὅτι ἀληθῶς μέν βρῶσις ἡ πρᾶξις, ἀληθῶς δὲ πόσις ἡ θεωρία, καὶ ὁ τοῦτο φάσκων ἐρεῖ ὅτι διὰ τοῦτο πρῶτον δίδωσι τὸν »ἄρτον εὐλογήσας« καὶ κλάσας »τοῖς μαθηταῖς« —ἐπεὶ πρώτη ἐστὶν ἡ πρᾶξις, καὶ μετὰ τοῦτο »λαβὼν ποτήριον, εὐχαριστήσας ἔδωκεν αὐτοῖς λέγων· πίετε ἐξ αὐτοῦ πάντες« —ἐπεὶ δεῖ τὰ τῶν πράξεων ῥυθμίσαντα καὶ τὸ πρακτικὸν κατορθώσαντα οὕτως ὁδεύειν διὰ τῶν προγνόντων καὶ ἐπὶ θεωρίαν αὐτῶν. καὶ γὰρ κατὰ τὸν προφήτην λέγεται τὸ »σπείρατε ἐαυτοῖς εἰς δικαιοσύνην, τρυγήσατε εἰς καρπὸν ζο)ῆς«, ἶνα πρῶτον πράξωμεν τὸ δέον· καὶ μετὰ τοῦτό φησι· »φωτίσατε ἑαυτοῖς φῶς γνώσεως«, <ὡς> ὁδῷ γὰρ τις μετὰ τὸ τὰ καθᾶραι ὁδεύοι ἂν ἐπὶ τὴν γνῶσιν καὶ φωτίζοιτο ἐν αὐτῇ. Καὶ ταῦτα δὲ παρεκβατικῶς λέλεκται διὰ τὴν περὶ τοῦ ποτηρίου βαθυτέραν ἐξέτασιν. κοὶ ἐν εἰκοστῷ δευτέρῳ Ψαλμῷ λέλεκται πρῶτον μέν τὸ »ἡτοίμασας ἐνώπιόν μου τράπεζαν ἐξ ἐναντίας τῶν θλιβόντων με«, ἑξῆς δὲ καὶ τό· ποτήριόν σου μεθύσκον με ὡσεὶ κράτιστον«. μὴ ὑπο- λαμβανέτω δ’ ἡμᾶς ὁ ἐντυγχάνων τῇδε τῇ γραφῇ κροτεῖν ὅτι ἐχρῆν Πως διηγήσασθαι τὰ περὶ τῶν ἀναγεγραμμένων καθίσεων τοῦ θεοῦ ἢ τοῦ Χριστοῦ. ἀπολογούμεθα γὰρ ὅτι δυσωπῆσαι μόνον ἀπὸ τῶν ῥητῶν προέκειτο Ta περὶ καθίσεως καὶ αποστησαι του εντυγχανοντα απο τῆς ταπεινοτέρας ἐκδοχῆς. ἄλλῳ γὰρ καιρῷ ἐχρῆν Προηγουμένην τινὰ σκέψιν ποιήσασθαι περὶ καθίσεως Λ· αὶ στάσεως καὶ περιπάτου θεοῦ ἢ τοῦ Χριοτοῦ, ὅπερ οὐκ ἀπαιτεῖ ἡ ποροῦσα διήγησις· μεγίστη γὰρ ἂν καὶ ἄκαιρος ἐγένετο ἡ παρέκβασις.