Ancient Greek · ~4 min
ΠΡΟΣ ΤΟΝ ΕΙΠΓΕΓΡΑΜΜΕΝΟΝ ΚΕΛΣΟΥ ΑΛΗΘΗ ΛΟΓΟΝ ΩΡΙΓΕΝΟΥΣ ΤΟΜΟΣ ΟΓΔΟΟΣ.
Origen, Contra Celsum 16-7
Not analysed yet
Εἶτ᾿ οἶμαι πάλιν φύρων τὰ πράγματα ἀπὸ ἄλλης αἱ(ρέσ)εως φέρει τὸ „(πῶς) πολλοὶ περὶ τὸ φρέαρ, καὶ οὐδεὶς εἰς τὸ φρέαρ“; καὶ τὸ „διὰ τί τοσαύτην (ἀν)ύων ὁδὸν ἄτολμος εἶ; λανθάνει σε“ καὶ τὸ „πάρεστι γάρ μοι θάρσος καὶ μάχαιρα“· (ὧ)ν ἡμεῖς οὐδὲν, οἱ ἀπὸ τῆς ἐπωνύμου Χριστοῦ ἐκκλησίας μόνου, φαμὲν εἶναι ἀλη(θές.) ταῦτα δὴ προειπὼν δοκεῖ ἀκόλουθα ἑαυτῷ λέγειν τὰ οὐδὲν ὄντα πρὸς ἡμᾶς. ἡμῖν μὲν γὰρ τὸ προκείμενόν ἐστιν οὐκ ἐξ ὑποθέσεώς τινα σέβειν θεὸν ἀλλὰ τὸν τοῦδε τοῦ παντὸς καὶ ἄλλου οὑτινοσοῦν μὴ αἰσθητοῦ μηδὲ δεικνυμένου δημιουργόν· εἴσονται δὲ οἱ „ἄλλην ὁδὸν“ καὶ „ἄλλα κέλευθα“ βαδίζοντες καὶ τοῦτον μὲν ἀρνούμενοι καινοειδεῖ δὲ ἀναπλάσματι καὶ ὀνόματι μόνον θεοῦ ἑαυτοὺς ὡς μείζονι τοῦ δημιουργοῦ ἐπιδεδωκότες, καὶ εἴ τις ἄρ᾿ ἐστὶ λέγων ἰσχυρότερον εἶναι τὸν υἱὸν καὶ κύριον „τοῦ κρατοῦντος θεοῦ. “ἀποδεδώκαμεν δὲ τὸν φαινόμενον ἡμῖν λόγον εἰς τὸ μὴ δεῖν „δυσὶ κυρίοις δουλεύειν,“ ὅτε καὶ παρεστήσαμεν μηδεμίαν στάσιν περὶ τὸν Ἰησοῦν καὶ κύριον ἀποδείκνυσθαι δύνασθαι ἐν τοῖς ὁμολογοῦσιν ὑπεραναβεβηκέναι μὲν πάντα κύριον μόνῳ δὲ κυρίῳ δουλεύειν τῷ υἱῷ τοῦ θεοῦ λόγῳ θεοῦ.