Ancient Greek · ~5 min
ΠΡΟΣ ΤΟΝ ΕΠΙΓΕΓΡΑΜΜΕΝΟΝ ΚΕΛΣΟΥ ΑΛΗΘΗ ΛΟΓΟΝ ΩΠΙΓΕΝΟΥΣ ΤΟΜΟΣ ΠΡΩΤΟΣ.
Origen, Contra Celsum 17
Not analysed yet
Ἐν δὲ τοῖς ἑξῆς κατηγορῶν τῆς Μω(??)σέως ἱστορίας αἰτιᾶται τοὺς τροπολογοῦντας καὶ ἀλληγοροῦντας αὐτήν. ἦν δ᾿ ἂν εἰπεῖν πρὸς τὸν γενναιότατον καὶ ἀληθῆ λόγον ἐπιγράψαντα τὸ ἑαυτοῦ βιβλίον. τί δήποτε. ὦ οὗτος. θεοὺς μὲν τηλικαύταις περιπίπτοντας συμφοραῖς. ὁποίας ἀναγράφουσιν οἱ σοφοί σου ποιηταὶ καὶ φιλόσοφοι, καὶ ἐναγέσι μίξεσι χρωμένους καὶ κατὰ τῶν πατέρων στρατευομένους καὶ τὰ αἰδοῖα αὐτῶν ἀποτέμνοντας σεμνολογεῖς ἀναγεγράφθαι τὰ τηλικαῦτα τετολμηκέναι καὶ πεποιηκέναι καὶ πεπονθέναι· ὅταν δὲ Μω(??)σῆς μὴ περὶ θεοῦ τοιαῦτα λέγῃ ἀλλὰ μηδ᾿ ἀγγέλων ἁγίων περὶ δὲ ἀνθρώπων πολλῷ ἐλάττονα (οὐδεὶς γὰρ παρ᾿ αὐτῷ ἐτόλμησεν ὅσα Κρόνος κατὰ τοῦ Οὐρανοῦ οὐδ᾿ ὅσα Ζεὺς κατὰ τοῦ πατρὸς, οὐδ᾿ ὅτι τῇ ἑαυτοῦ θυγατρὶ ὁ „πατὴρ ἀνδρῶν τε θεῶν τε“ συνελήλυθεν), πλανᾶν νομίζετε ἠπατημένους τοὺς νενομοθετημένους ὑπ᾿ αὐτοῦ; δοκεῖ δὲ μοι καὶ παραπλήσιόν τι Κέλσος ποιεῖν τῷ Πλατωνικῷ Θρασυμάχῳ, μὴ ἐπιτρέποντι ὡς βούλεται ἀποκρίνασθαι περὶ τῆς δικαιοσύνης Σωκράτει ἀλλὰ λέγοντι· ὅρα μὴ τὸ συμφέρον εἴπῃς εἶναι τὸ δίκαιον μηδὲ τὸ δέον μηδ᾿ ἄλλο τι τῶν παραπλησίων. καὶ γὰρ οὗτος κατηγορήσας, ὡς οἴεται. τῶν παρὰ Μωϋσεῖ ἱστοριῶν καὶ μεμψάμενος τοῖς ἀλληγοροῦσι μετὰ τοῦ καὶ ἔπαινόν τινα περὶ αὐτῶν λέγειν, ὅτι εἰσὶν οἱ ἐπιεικέστεροι. οἱονεὶ κωλύεται κατηγορήσας, ὡς βούλεται, ἀπολογεῖσθαι τοὺς δυναμένους. ὡς πέφυκεν ἔχειν τὰ πράγματα.