Ancient Greek · ~5 min
ΠΡΟΣ ΤΟΝ ΕΠΙΓΕΓΡΑΜΜΕΝΟΝ ΚΕΛΣΟΥ ΑΛΗΘΗ ΛΟΓΟΝ ΩΠΙΓΕΝΟΥΣ ΤΟΜΟΣ ΠΡΩΤΟΣ.
Origen, Contra Celsum 20
Not analysed yet
Πλὴν καὶ ἄκων ἐνέπεσεν ὁ Κέλσος εἰς τὸ μαρτυρεῖν τῷ νεώτερον εἶναι τὸν κόσμον καὶ οὐδέπω μυρίων ἐτῶν εἰπὼν καὶ Ἕλληνας ταῦτα νομίζειν ἀρχαῖα, ὡς πρεσβύτερα διὰ τοὺς κατακλυσμοὺς καὶ τὰς ἐκπυρώσεις οὐ τεθεωρήκασιν οὐδ᾿ ἀπομνημονεύουσιν. ἔστωσαν δὲ τῷ Κέλσῳ τοῦ περὶ τῶν ἐκπυρώσεων καὶ ἐξυδατώσεων μύθου διδάσκαλοι οἱ κατ᾿ αὐτὸν σοφώτατοι Αἰγύπτιοι, ὧν τῆς σοφίας ἴχνη ἄλογα ζῷα προσκυνούμενα καὶ λόγοι παριστάντες εὔλογον εἶναι καὶ ἀνακεχωρηκυῖάν τινα καὶ μυστικὴν τὴν τοιαύτην τοῦ θεοῦ θεραπείαν. κἂν μὲν Αἰγύπτιοι περὶ τῶν ζῴων σεμνύνοντες ἑαυτῶν τὸν λόγον θεολογίας φέρωσι, σοφοί εἰσιν· ἐὰν δὲ ὁ τῷ Ἰουδαίων συγκαταθέμενος νόμῳ καὶ νομοθέτῃ πάντα ἀναφέρῃ ἐπὶ τὸν τῶν ὅλων δημιουργὸν μόνον θεὸν. ἥττων εἶναι παρὰ Κέλσῳ καὶ τοῖς ὁμοίοις αὐτῷ λογίζεται τοῦ μὴ εἰς λογικὰ μόνον καὶ θνητὰ ζῷα ἀλλὰ καὶ εἰς ἄλογα κατάγοντος τὴν θεότητα ὑπὲρ τὴν μυθικὴν μετενσωμάτωσιν. τὴν περὶ τῆς πιπτούσης ἀπὸ τῶν ἁψίδων τοῦ οὐρανοῦ ψυχῆς καὶ ἕως τῶν ἀλόγων ζῴων, οὐ μόνον ἡμέρων ἀλλὰ καὶ ἀγριωτάτων. καταβαινούσης. καὶ ἐὰν μὲν Αἰγύπτιοι μυθολογῶσι, πιστεύονται πεφιλοσοφηκέναι δι᾿ αἰνιγμῶν καὶ ἀποῤῥήτων, ἐὰν δὲ Μω(??)σῆς ὅλῳ ἔθνει συγγράφων ἱστορίας καὶ νόμους αὐτοῖς καταλίπῃ. μῦθοι κενοὶ νομίζονται μηδ᾿ ἀλληγορίαν ἐπιδεχόμενοι οἱ λόγοι αὐτοῦ·