Ancient Greek · ~4 min
ΠΡΟΣ ΤΟΝ ΕΠΙΓΕΓΡΑΜΜΕΝΟΝ ΚΕΛΣΟΥ ΑΛΗΘΗ ΛΟΓΟΝ ΩΠΙΓΕΝΟΥΣ ΤΟΜΟΣ ΠΡΩΤΟΣ.
Origen, Contra Celsum 22
Not analysed yet
Μετὰ ταῦτα τὸ περιτέμνεσθαι τὰ αἰδοῖα μὴ διαβαλὼν ὁ Κέλσος ὑπὸ Ἰουδαίων γινόμενον, φησὶν ἀπὸ Αἰγυπτίων αὐτὸ ἐληλυθέναι, Αἰγυπτίοις μᾶλλον ἢ Μωϋσεῖ πιστεύσας, λέγοντι πρῶτον ἐν ἀνθρώποις περιτετμῆσθαι τὸν Ἀβραάμ. τοῦ δ᾿ Ἀβραὰμ τὸ ὄνομα οὐ Μωυσῆς ἀναγράφει μόνος οἰκειῶν αὐτὸν θεῷ, ἀλλὰ γὰρ καὶ πολλοὶ τῶν ἐπᾳδόντων δαίμονας χρῶνται ἐν τοῖς λόγοις αὐτῶν τῷ „ὁ θεὸς Ἀβραὰμ,“ ποιοῦντες μὲν διὰ τὸ ὄνομα καὶ τὴν πρὸς τὸν δίκαιον τοῦ θεοῦ οἰκειότητα, διὸ παραλαμβάνουσι τὴν „(ὁ) θεὸς Ἀβραὰμ“ λέξιν. οὐκ ἐπιστάμενοι δὲ, τίς ἐστιν ὁ Ἀβραάμ. τὰ δ᾿ αὐτὰ λεκτέον καὶ περὶ τοῦ Ἰσαὰκ καὶ περὶ τοῦ Ἰακὼβ καὶ περὶ τοῦ Ἰσραήλ· ἅτινα ὁμολογουμένως Ἑβραῖα ὄντα ὀνόματα πολλαχοῦ τοῖς Αἰγυπτίοις ἐπαγγελλομένοις ἐνέργειάν τινα ἐνέσπαρται μαθήμασι. τὸν δὲ λόγον τῆς περιτομῆς, ἀρξάμενον ἀπὸ τοῦ Ἀβραὰμ καὶ κωλυόμενον ὑπὸ τοῦ Ἰησοῦ, μὴ βουλομένου τοὺς ἑαυτοῦ μαθητὰς τὸ αὐτὸ ποιεῖν. οὐ πρόκειται νῦν ἑρμηνεύειν. οὐ γὰρ τῆς περὶ τούτων διδασκαλίας ὁ παρὼν καιρὸς ἀλλ᾿ ἀγῶνος καθαιροῦντος τὰ φερόμενα ὑπὸ Κέλσου κατὰ τοῦ Ἰουδαίων λόγου ἐγκλήματα, οἰομένου τάχιον ψευδοποιήσειν τὸν χριστιανισμὸν, ἐὰν τῆς ἀρχῆς αὐτοῦ ἐν τοῖς Ἰουδαϊκοῖς οὔσης λόγοις κατηγορῶν παραστήσῃ κἀκεῖνον ψευδῆ.