Ancient Greek · ~10 min
ΠΡΟΣ ΤΟΝ ΕΠΙΓΕΓΡΑΜΜΕΝΟΝ ΚΕΛΣΟΥ ΑΛΗΘΗ ΛΟΓΟΝ ΩΠΙΓΕΝΟΥΣ ΤΟΜΟΣ ΠΡΩΤΟΣ.
Origen, Contra Celsum 24
Not analysed yet
Μετὰ ταῦτά φησιν ὅτι οἱ αἰπόλοι καὶ ποιμένες ἕνα ἐνόμισαν θεὸν, εἴτε ὕψιστον εἴτ᾿ Ἀδωναῒ εἴτ᾿ οὐράνιον εἴτε Σαβαὼθ, εἴτε καὶ ὅπῃ καὶ ὅπως χαίρουσιν ὀνομάζοντες τόνδε τὸν κόσμον· καὶ πλεῖον οὐδὲν ἔγνωσαν. καὶ ἑξῆς δέ φησι μηδὲν διαφέρειν τῷ παρ᾿ Ἕλλησι φερομένῳ ὀνόματι τὸν ἐπὶ πᾶσι θεὸν καλεῖν Δία ἢ τῷ δεῖνα, φέρ᾿ εἰπεῖν. παρ᾿ Ἰνδοῖς ἢ τῷ δεῖνα παρ᾿ Αἰγυπτίοις. λεκτέον δὲ καὶ πρὸς τοῦτο ὅτι ἐμπίπτει εἰς τὸ προκείμενον λόγος βαθὺς καὶ ἀπόῤῥητος. ὁ περὶ φύσεως ὀνομάτων· πότερον. ὡς οἴεται Ἀριστοτέλης, θέσει εἰσὶ τὰ ὀνόματα ἢ. ὡς νομίζουσιν οἱ ἀπὸ τῆς Στοᾶς, φύσει, μιμουμένων τῶν πρώτων φωνῶν τὰ πράγματα, καθ᾿ ὧν τὰ ὀνόματα, καθὸ καὶ στοιχεῖά τινα (τῆς) ἐτυμολογίας εἰσάγουσιν, ἢ, ὡς διδάσκει Ἐπίκουρος, ἑτἐρως ἢ ὡς οἴονται οἱ ἀπὸ τῆς Στοᾶς, φύσει ἐστὶ τὰ ὀνόματα, ἀποῤῥηξάντων τῶν πρώτων ἀνθρώπων τινὰς φωνὰς κατὰ τῶν πραγμάτων. ἐὰν τοίνυν δυνηθῶμεν ἐν προηγουμένῳ λόγῳ παραστῆσαι φύσιν ὀνομάτων ἐνεργῶν, ὧν τισι χρῶνται Αἰγυπτίων οἱ σοφοὶ ἢ τῶν παρὰ Πέρσαις μάγων οἱ λόγιοι ἢ τῶν παρ᾿ Ἰνδοῖς φιλοσοφούντων Βραχμᾶνες ἢ Σαμαναῖοι. καὶ οὕτω καθ᾿ ἕκαστον τῶν ἐθνῶν, καὶ κατασκευάσαι οἷοί τε γενώμεθα ὅτι καὶ ἡ καλουμένη μαγεία οὐχ, ὡς οἴονται οἱ ἀπὸ Ἐπικούρου καὶ Ἀριστοτέλους, πρᾶγμά ἐστιν ἀσύστατον πάντῃ ἀλλ᾿, ὡς οἱ περὶ ταῦτα δεινοὶ ἀποδεικνύουσι, συνεστὸς μὲν λόγους δ᾿ ἔχον σφόδρα ὀλίγοις γινωσκομένους· τότ᾿ ἐροῦμεν ὅτι τὸ μὲν Σαβαὼθ ὄνομα καὶ τὸ Ἀδωναῒ καὶ (ὅσα) ἄλλα παρ᾿ Ἑβραίοις μετὰ πολλῆς σεμνολογίας παραδιδόμενα οὐκ ἐπὶ τῶν τυχόντων καὶ γενητῶν κεῖται πραγμάτων ἀλλ᾿ ἐπί τινος θεολογίας ἀποῤῥήτου, ἀναφερομένης εἰς τὸν τῶν ὅλων δημιουργόν. διὸ καὶ δύναται ταῦτα τὰ ὀνόματα. λεγόμενα μετά τινος τοῦ συνυφοῦς αὐτοῖς εἱρμοῦ. ἄλλα δὲ κατὰ Αἰγυπτίαν φερόμενα φωνὴν ἐπί τινων δαιμόνων. τῶν τάδε μόνα δυναμένων, καὶ ἄλλα κατὰ τὴν Περσῶν διάλεκτον ἐπὶ ἄλλων δυνάμεων, καὶ οὕτω καθ᾿ ἕκαστον τῶν ἐθνῶν, εἰς χρείας τινὰς παραλαμβάνεσθαι. καὶ οὕτως εὑρεθήσεται τῶν ἐπὶ γῆς δαιμόνων, λαχόντων διαφόρους τόπους, φέρεσθαι τὰ ὀνόματα οἰκείως ταῖς κατὰ τόπον καὶ ἔθνος διαλέκτοις. ὁ τοίνυν μεγαλοφυέστερον κἂν ὀλίγην τούτων περίνοιαν εἰληφὼς εὐλαβηθήσεται ἄλλα ἄλλοις ἐφαρμόζειν ὀνόματα πράγμασι, μή ποτε ὅμοιον πάθῃ τοῖς τὸ θεὸς ὄνομα ἐσφαλμένως φέρουσιν ἐπὶ ὕλην ἄψυχον. ἢ τὴν τοῦ ἀγαθοῦ προσηγορίαν κατασπῶσιν ἀπὸ τοῦ πρώτου αἰτίου ἢ ἀπὸ τῆς ἀρετῆς καὶ τοῦ καλοῦ ἐπὶ τὸν τυφλὸν πλοῦτον καὶ ἐπὶ τὴν σαρκῶν καὶ αἱμάτων καὶ ὀστέων συμμετρίαν ἐν ὑγείᾳ καὶ εὐεξίᾳ ἢ τὴν νομιζομένην εὐγένειαν.