Ancient Greek · ~4 min
ΠΡΟΣ ΤΟΝ ΕΙΠΓΕΓΡΑΜΜΕΝΟΝ ΚΕΛΣΟΥ ΑΛΗΘΗ ΛΟΓΟΝ ΩΡΙΓΕΝΟΥΣ ΤΟΜΟΣ ΟΓΔΟΟΣ.
Origen, Contra Celsum 27-8
Not analysed yet
Οὐδὲ γὰρ. κἂν μὴ ὦσιν αὐτοῖς εὐμενεῖς οἱ δαίμονες, πάσχειν ἄν τι ὑπ᾿ αὐτῶν δύναιντο. φρουρούμενοι ὑπὸ τοῦ εὐμενοῦς αὐτοῖς διὰ τὴν εὐσέβειαν ἐπὶ πᾶσι θεοῦ καὶ τοὺς θείους αὐτοῦ ἀγγέλους ἐφιστάντος τοῖς ἀξίοις τοῦ φρουρεῖσθαι. ἵνα μηδὲν πάσχωσιν ἀπὸ τῶν δαιμόνων. ὁ δ᾿ ἔχων τὸν ἐπὶ πᾶσι θεὸν διὰ τὴν εἰς αὐτὸν εὐσέβειαν εὐμενῆ καὶ διὰ τὸ τὸν τῆς „μεγάλης βουλῆς“ ἄγγελον τοῦ θεοῦ παραδεδέχθαι κύριον Ἰησοῦν, ἀρκούμενος τῇ τοῦ θεοῦ διὰ Χριστοῦ Ἰησοῦ εὐμενείᾳ λέγοι ἂν θαῤῥῶν ὡς οὐδὲν πεισόμενος ἀπὸ παντὸς τοῦ τῶν δαιμόνων στρατοπέδου· „κύριος φωτισμός μου καὶ σωτήρ μου, τίνα φοβηθήσομαι; κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου. ἀπὸ τίνος δειλιάσω; “ἐρεῖ δὲ καὶ τό· „ἐὰν παρατάξηται ἐπ᾿ ἐμὲ παρεμβολὴ, οὐ φοβηθήσεται ἡ καρδία μου. “τοσαῦτα καὶ εἰς τὸ εἰ δ᾿ εἰσί τινες δαίμονες. δηλονότι καὶ οὗτοι τοῦ θεοῦ εἰσι (ν. οἷς) καὶ πιστευτέον καὶ καλλιερητέον κατὰ νόμους καὶ προσευκτέον. ἵν᾿ εὐμενεῖς ὦσιν.