Ancient Greek · ~5 min
ΠΡΟΣ ΤΟΝ ΕΙΠΓΕΓΡΑΜΜΕΝΟΝ ΚΕΛΣΟΥ ΑΛΗΘΗ ΛΟΓΟΝ ΩΡΙΓΕΝΟΥΣ ΤΟΜΟΣ ΟΓΔΟΟΣ.
Origen, Contra Celsum 29-7
Not analysed yet
Ἰστέον μέντοι γε ὅτι, Ἰουδαίων οἰομένων νοεῖν τὸν Μωϋσέως νόμον καὶ τηρούντων ἐπὶ τῶν βρωμάτων τὸ μεταλαμβάνειν μὲν τῶν νενομισμένων αὐτοῖς καθαρῶν ἀπέχεσθαι δὲ τῶν ἀκαθάρτων ἀλλὰ καὶ μὴ χρῆσθαι αἵματι ζῴου εἰς τροφὴν μηδὲ τοῖς θηριαλώτοις καὶ ἄλλοις, περὶ ὧν πολὺς λόγος καὶ διὰ τοῦτο νῦν οὐκ εὔκαιρος ἐξετασθῆναι, ἡ τοῦ Ἰησοῦ διδασκαλία, βουλομένη πάντας ἀνθρώπους προσκαλέσασθαι εἰς τὴν καθαρὰν θεοσέβειαν καὶ μὴ προφάσει τῆς περὶ βρωμάτων βαρυτέρας νομοθεσίας κωλύειν πολλοὺς τῶν δυναμένων ὠφεληθῆναι εἰς ἤθη ἀπὸ χριστιανισμοῦ, ἀπεφήνατο ὅτι „οὐ τὰ εἰσερχόμενα εἰς τὸ στόμα κοινοὶ τὸν ἄνθρωπον, ἀλλὰ τὰ ἐξερχόμενα ἐκ τοῦ στόματος“· τὰ μὲν γὰρ „εἰσερχόμενα εἰς τὸ στόμα εἰς τὴν κοιλίαν,“ φησὶ, „χωρεῖ καὶ εἰς ἀφεδρῶνα ἐκβάλλεται,“ τὰ δ᾿ ἐξιόντα ἐκ τοῦ στόματος „διαλογισμοί“ εἰσι „πονηροὶ“ λαλούμενοι καὶ „φόνοι“ καὶ „μοιχεῖαι“ καὶ „πορνεῖαι κλοπαί“ τε καὶ „ψευδομαρτυρίαι“ καὶ „βλασφημίαι. “φησὶ δὲ καὶ ὁ Παῦλος ὅτι „βρῶμα ἡμᾶς οὐ παραστήσει τῷ θεῷ· οὔτε γὰρ ἐὰν φάγωμεν, περισσεύομεν, οὔτ᾿ ἐὰν μὴ φάγωμεν, ὑστερούμεθα. “εἶτ᾿ ἐπεὶ ἔχει τινὰ ἀσάφειαν ταῦτα, εἰ μὴ τύχῃ διαρθρώσεως, „ἔδοξε τοῖς τοῦ Ἰησοῦ ἀποστόλοις καὶ τοῖς“ ἐν Ἀντιοχείᾳ συναχθεῖσιν ἐπὶ τὸ αὐτὸ „πρεσβυτέροις“ καὶ, ὡς αὐτοὶ οὗτοι ὠνόμασαν, καὶ „τῷ ἁγίῳ πνεύματι“ γράψαι τοῖς ἀπὸ τῶν ἐθνῶν πιστεύουσιν ἐπιστολὴν, μόνα, ὡς ὠνόμασαν, „ἐπάναγκες“ ἀπαγορεύουσαν ἐσθίειν· ταῦτα δ᾿ ἐστὶ τὰ ητοι εἰδωλόθυτα ἢ τὰ πνικτὰ ἢ τὸ αἷμα.