Ancient Greek · ~5 min
ΠΡΟΣ ΤΟΝ ΕΠΙΓΕΓΡΑΜΜΕΝΟΝ ΚΕΛΣΟΥ ΑΛΗΘΗ ΛΟΓΟΝ ΩΠΙΓΕΝΟΥΣ ΤΟΜΟΣ ΠΡΩΤΟΣ.
Origen, Contra Celsum 30
Not analysed yet
Τίς οὖν μὴ παρέργως ἀνερευνῶν τὴν τῶν πραγμάτων φύσιν οὐκ ἂν αὐτὸν καταπλαγείη νικήσαντα καὶ ὑπεραναβῆναι δυνηθέντα τῇ δόξῃ τὰ ποιητικὰ ἀδοξίας πάντα (καὶ) πάντας τοὺς πώποτ᾿ ἐνδόξους; καίτοι γε οἱ ἐν ἀνθρώποις ἔνδοξοι σπάνιον εἰ ἐπὶ πλείονα ἅμα τὴν δόξαν ἀναλαβεῖν δεδύνηνται. ὁ μὲν γὰρ ἐπὶ σοφίᾳ ἄλλος δ᾿ ἐπὶ στρατηγίᾳ βαρβάρων δέ τινες ἐπὶ ταῖς παραδόξοις ἐξ ἐπῳδῶν δυνάμεσι καὶ ἄλλοι ἐπ᾿ ἄλλοις οὐ πολλοῖς ἅμα ἐθαυμάσθησαν καὶ ἔνδοξοι γεγένηνται· οὗτος δὲ πρὸς τοῖς ἄλλοις θαυμάζεται καὶ ἐπὶ σοφίᾳ καὶ ἐπὶ δυνάμεσι καὶ ἐπὶ τῷ ἀρχικῷ. ἔπεισε γὰρ οὔθ᾿ ὡς τύραννος συναποστῆναι αὐτῷ τινας τῶν νόμων οὔθ᾿ ὡς λῃστὴς κατ᾿ ἀνθρώπων ἀλείφων τοὺς ἑπομένους οὔθ᾿ ὡς πλούσιος χορηγῶν τοῖς προσιοῦσιν οὔθ᾿ ὥς τις τῶν ὁμολογουμένως ψεκτῶν. ἀλλ᾿ ὡς διδάσκαλος τοῦ περὶ τοῦ θεοῦ τῶν ὅλων λόγου καὶ τῆς εἰς αὐτὸν θρησκείας καὶ παντὸς ἠθικοῦ τρόπου, δυναμένου οἰκειῶσαι τῷ ἐπὶ πᾶσι θεῷ τὸν κατ᾿ αὐτὸν βιώσαντα. καὶ Θεμιστοκλεῖ μὲν ἤ τινι τῶν ἐνδόξων οὐδὲν γέγονε τὸ ἐναντιούμενον τῇ δόξῃ· τούτῳ δὲ πρὸς τοῖς εἰρημένοις, ἱκανῶς δυναμένοις ἐν ἀδοξίᾳ καλύψαι ἀνθρώπου ψυχὴν καὶ πάνυ εὐφυοῦς, καὶ ὁ δοκῶν ἄτιμος εἶναι θάνατος σταυρωθέντι ἱκανὸς ἦν καὶ τὴν φθάσασαν δόξαν καὶ προκαταλαβοῦσαν ἐξαφανίσαι καὶ τοὺς, ὡς οἴονται οἱ μὴ συγκατατιθέμενοι αὐτοῦ τῇ διδασκαλίᾳ, προεξαπατηθέντας ποιῆσαι τῆς μὲν ἀπάτης ἀποστῆναι καταγνῶναι δὲ τοῦ ἀπατήσαντος.