Ancient Greek · ~4 min
ΠΡΟΣ ΤΟΝ ΕΠΙΓΕΓΡΛΜΜΕΝΟΝ ΚΕΛΣΟΥ ΑΛΠΘΗ ΛΟΓΟΝ ΩΡΙΓΕΝΟΥΣ ΤΟΜΟΣ ΤΡΙΤΟΣ.
Origen, Contra Celsum 31-3
Not analysed yet
Εἰ δὲ ταῦθ᾿ οὕτως ἔχει, πῶς οὐκ εὔλογον μὲν νομίζειν περὶ τοῦ Ἰησοῦ, τοσαῦτα συστῆσαι δεδυνημένου, ὅτι οὐχ ἡ τυχοῦσα θειότης ἦν ἐν αὐτῷ, οὐκέτι δὲ οὔτε ἐν τῷ Προκοννησίῳ Ἀριστέᾳ. κἂν ὁ Ἀπόλλων αὐτὸν βούληται ἐν θεῶν μοίρᾳ νέμειν, οὔτ᾿ ἐν οἷς ἐξαριθμεῖται ὁ Κέλσος λέγων ὅτι οὐδεὶς νομίζει θεὸν Ἄβαριν τὸν Ὑπερβόρειον, ὃς δύναμιν εἶχε τοσήνδε, ὥστε ὀϊστῷ [βέλει] συμφέρεσθαι; τί γὰρ βουλομένη ἡ χαρισαμένη θειότης τῷ Ὑπερβορείῳ Ἀβάριδι ὀϊστῷ συμφέρεσθαι τὸ τηλικοῦτον αὐτῷ ἐδωρεῖτο: ἵνα τι ὠφεληθῇ τὸ τῶν ἀνθρώπων γένος; ἢ αὐτὸς ἐκεῖνος τί ὤνατο ὀϊστῷ συμφέρεσθαι; ἵνα καὶ συγχωρηθῇ ταῦτα μηδαμῶς εἶναι πλάσματα ἀλλὰ κατά τινα δαιμονίου συνεργίαν γεγονέναι. ἐὰν δὲ ὁ ἐμὸς Ἰησοῦς ἀναλαμβάνεσθαι „ἐν δόξῃ“ λέγηται, ὁρῶ τὴν οἰκονομίαν, ὅτι τοῖς θεωρήσασι συνίστη τὸν διδάσκαλον ὁ τοῦτ᾿ ἐνεργήσας γενέσθαι θεός· ἵν᾿ ὡς οὐχ ὑπὲρ ἀνθρωπίνων μαθημάτων ἀλλὰ θείας διδασκαλίας ἀγωνιζόμενοι ὅση δύναμις ἑαυτοὺς ἀναθῶσι τῷ ἐπὶ πᾶσι θεῷ καὶ πάντα πράττωσιν ὑπὲρ τῆς πρὸς ἐκεῖνον ἀρεσκείας, ὡς ἀποληψόμενοι κατ᾿ ἀξίαν ἐν θείῳ δικαστηρίῳ ἅπερ ἐν τῷ βίῳ τούτῳ εὖ ἢ κακῶς πεποιήκασιν.