Ancient Greek · ~5 min
ΠΡΟΣ ΤΟΝ ΕΠΙΓΕΓΡΑΜΜΕΝΟΝ ΚΕΛΣΟΥ ΑΛΗΘΗ ΛΟΓΟΝ ΩΠΙΓΕΝΟΥΣ ΤΟΜΟΣ ΠΡΩΤΟΣ.
Origen, Contra Celsum 33
Not analysed yet
Εἰ γὰρ ἥδε μὲν ἡ ψυχὴ, κατά τινας ἀποῤῥήτους λόγους ἀξία γενομένη μὴ πάντῃ μὲν ἐν ἀλόγου γενέσθαι σώματι οὐ μὴν καὶ καθαρῶς ἐν λογικοῦ, ἐνδύεται σῶμα τερατῶδες, ὡς μηδὲ τὸν λόγον συμπληρωθῆναι δύνασθαι τῷ οὑτωσὶ γεγενημένῳ καὶ ἀσύμμετρον ἔχοντι τὴν κεφαλὴν τῷ λοιπῷ σώματι καὶ πάνυ βραχυτέραν, ἑτέρα δὲ τοιόνδε σῶμα ἀναλαμβάνει, ὡς ὀλίγῳ ἐκείνου γενέσθαι λογικωτέρα, καὶ ἄλλη ἔτι μᾶλλον, τῆς φύσεως τοῦ σώματος ἐπὶ πλεῖον ἢ ἐπ᾿ ἔλαττον ἀντιπραττούσης τῇ τοῦ λόγου ἀντιλήψει· διὰ τί οὐχὶ καὶ ψυχή τις ἔσται πάντῃ παράδοξον ἀναλαμβάνουσα σῶμα, ἔχον μέν τι κοινὸν πρὸς τοὺς ἀνθρώπους, ἵνα καὶ συνδιατρῖψαι αὐτοῖς δυνηθῇ, ἔχον δέ τι καὶ ἐξαίρετον, ἵνα τῆς κακίας ἄγευστος ἡ ψυχὴ διαμεῖναι δυνηθῇ; ἐὰν δὲ καὶ τὰ τῶν φυσιογνωμονούντων κρατῇ. εἴτε Ζωπύρου εἴτε Λόξου εἴτε Πολέμωνος εἴτε οὕτινός ποτ᾿ οὖν τοιαῦτα γράψαντος καὶ ἐπαγγειλαμένου εἰδέναι τι θαυμαστὸν, οἰκεῖα τοῖς ἤθεσι τῶν ψυχῶν πάντ᾿ εἶναι τὰ σώματα, τῇ οὖν μελλούσῃ παραδόξως ἐπιδημεῖν τῷ βίῳ καὶ μεγαλοποιεῖν ἔδει γενέσθαι σῶμα (οὐχ) ὡς οἴεται Κέλσος, ἀπὸ Πανθήρα μοιχεύσαντος καὶ παρθένου μοιχευ θείσης (ἐκ γὰρ τοιούτων ἀνάγνων μίξεων ἔδει μᾶλλον ἀνόητόν τινα καὶ ἐπιβλαβῆ τοῖς ἀνθρώποις διδάσκαλον ἀκολασίας καὶ ἀδικίας καὶ τῶν λοιπῶν κακῶν γενέσθαι οὐχὶ δὲ σωφροσύνης καὶ δικαιοσύνης καὶ τῶν λοιπῶν ἀρετῶν).