Ancient Greek
ΠΡΟΣ ΤΟΝ ΕΠΙΓΕΓΡΑΜΜΕΝΟΝ ΚΕΛΣΟΥ ΑΛΗΘΗ ΛΟΓΟΝ ΩΡΙΓΕΝΟΥΣ ΤΟΜΟΣ ΕΒΔΟΜΟΣ.
Origen, Contra Celsum 33-7
Not analysed yet
Οἰόμενος δ᾿ ἡμᾶς διὰ τὸ γνῶναι καὶ ἰδεῖν τὸν θεὸν πρεσβεύειν τὰ περὶ τῆς ἀναστάσεως συνείρει ἑαυτῷ ἃ βούλεται καὶ τοιαῦτά φησιν· ὅταν δὴ πάντοθεν ἐξείργωνται καὶ διελέγχωνται, πάλιν ὥσπερ οὐδὲν ἀκηκοότες ἐπανίασιν ἐπὶ τὸ αὐτὸ ἐρώτημα· πῶς οὖν γνῶμεν καὶ ἴδωμεν τὸν θεόν; καὶ πῶς ἴωμεν πρὸς αὐτόν; ἴστω οὖν ὁ βουλόμενος ὅτι, κἂν εἰς ἄλλα δεώμεθα σώματος τῷ ἐν τόπῳ σωματικῷ τυγχάνειν, καὶ τοιούτου, ὁποία ἐστὶν ἡ φύσις τοῦ σωματικοῦ τόπου, καὶ δεόμενοι τοῦ σώματος ἐπενδυώμεθα τῷ σκήνει τὰ προειρημένα, ἀλλ᾿ εἰς γνῶσίν γε θεοῦ σώματος οὐδαμῶς χρῄζομεν. τὸ γὰρ γινῶσκον θεὸν οὐκ ὀφθαλμός ἐστι σώματος ἀλλὰ νοῦς, ὁρῶν τὸ „κατ᾿ εἰκόνα“ τοῦ κτίσαντος καὶ τὸ δυνάμενον γινώσκειν θεὸν προνοίᾳ θεοῦ ἀνειληφώς. καὶ τὸ ὁρῶν δὲ θεὸν καθαρά ἐστι καρδία, ἀφ᾿ ἧς οὐκέτι „ἐξέρχονται διαλογισμοὶ πονηροὶ,“ οὐ „φόνοι,“ οὐ „μοιχεῖαι,“ οὐ „πορνεῖαι,“ οὐ „κλοπαὶ,“ οὐ „ψευδομαρτυρίαι,“ οὐ „βλασφημίαι,“ οὐκ „ὀφθαλμὸς πονηρὸς“ οὐδ᾿ ἄλλο τι τῶν ἀτόπων· δι᾿ ἃ λέγεται· „μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται. “ἐπεὶ δ᾿ οὐκ αὐτάρκης ἡ ἡμετέρα προαίρεσις πρὸς τὸ πάντῃ „καθαρὰν“ ἔχειν τὴν „καρδίαν,“ ἀλλὰ θεοῦ ἡμῖν δεῖ, κτίζοντος αὐτὴν τοιαύτην, διὰ τοῦτο λέγεται ὑπὸ τοῦ ἐπιστημόνως εὐχομένου· „καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ θεός. “