Ancient Greek
ΠΡΟΣ ΤΟΝ ΕΠΙΓΕΓΡΑΜΜΕΝΟΝ ΚΕΛΣΟΥ ΑΛΗΘΗ ΛΟΓΟΝ ΩΡΙΓΕΝΟΥΣ ΤΟΜΟΣ ΠΕΜΠΤΟΣ.
Origen, Contra Celsum 34-5
Not analysed yet
Ἵνα δὲ μὴ παρέλθωμεν τὰ ἐν τοῖς μεταξὺ λελεγμένα τῷ Κέλσῳ, φέρ᾿ ἐκθώμεθα καὶ ταῦτα. χρήσαιτο δ᾿ ἄν τις καὶ Ἡροδότῳ πρὸς τόδε μάρτυρι, λέγοντι ὧδε· „οἱ γὰρ δὴ ἐκ Μαρέης τε πόλιος καὶ Ἄπιος οἰκέοντες Αἰγύπτου τὰ πρόσουρα Λιβύῃ. αὐτοί τε δοκέοντες εἶναι Λίβυες καὶ οὐκ Αἰγύπτιοι καὶ ἀχθόμενοι τῇ περὶ τὰ ἱερὰ θρησκείῃ, βουλόμενοι θηλέων βοῶν μὴ ἔργεσθαι, ἔπεμψαν ἐς Ἄμμωνα φάμενοι οὐδὲν σφίσι τε καὶ Αἰγυπτίοισι κοινὸν εἶναι· οἰκέειν γὰρ ἔξω τοῦ Δέλτα καὶ οὐχ ὁμολογέειν αὐτοῖσι, βούλεσθαί τε πάντων σφίσιν ἐξεῖναι γεύεσθαι. ὁ δὲ θεὸς οὐκ ἔα σφέας ποιέειν ταῦτα, φὰς Αἴγυπτον εἶναι ταύτην, τὴν ὁ Νεῖλος ἐπιὼν ἄρδει. καὶ Αἰγυπτίους εἶναι τούτους, οἳ ἔνερθεν Ἐλεφαντίνης πόλιος οἰκέοντες ἀπὸ τοῦ ποταμοῦ τούτου πίνουσιν. “Ἡροδότῳ μὲν τάδε ἱστόρηται. ὁ δ᾿ Ἄμμων οὐδέν τι κακίων διαπρεσβεῦσαι τὰ δαιμόνια ἢ οἱ Ἰουδαίων ἄγγελοι· ὥστε οὐδὲν ἄδικον ἑκάστους τὰ σφέτερα νόμιμα θρησκεύειν. ἀμέλει πλεῖστον αὐτῶν εὑρήσομεν κατα ἔθνη τὸ διαφέρον, καὶ ὅμως ἕκαστοι αὐτοὶ μάλιστα ευ νομίζειν δοκοῦσιν· Αἰθιόπων μὲν οἱ Μερόην οἰκοῦντες „Δία καὶ Διόνυσον μόνους“ σέβοντες, Ἀράβιοι δὲ τὴν Οὐρανίαν καὶ Διόνυσον τούτους μόνους. Αἰγύπτιοι δὲ πάντες μὲν Ὄσιρίν τε καὶ Ἶσιν, Σαῗται δὲ Ἀθηνᾶν, Ναυκρατῖται δὲ, οὐ πάλαι ἀρξάμενοι, ὠνόμασαν Σάραπιν, καὶ οἱ λοιποὶ κατὰ νομοὺς ὡς ἕκαστοι. καὶ οἱ μὲν ὀΐων ἀπέχονται, σέβοντες ὡς ἱεροὺς, οἱ δὲ αἰγῶν, οἱ δὲ κροκοδείλων. οἱ δὲ βοῶν θηλειῶν, συῶν δὲ ἀπέχονται βδελυττόμενοι. Σκύθαις γε μὴν καὶ ἀνθρώπους δαίνυσθαι καλόν· Ἰνδῶν δέ εἰσιν οἳ καὶ τοὺς πατέρας ἐσθίοντες ὅσια δρᾶν νομίζουσι. καὶ που φησὶν ὁ αὐτὸς Ἡρόδοτος· χρήσομαι δὲ αὖθις αὐταῖς ἐκείνου λέξεσι πίστεως εἵνεκα· ἱστορεῖ δὲ ὧδε· „εἰ γάρ τις προθείη πᾶσιν ἀνθρώποισιν ἐκλέξασθαι κελεύων νόμους τοὺς καλλίστους ἐκ (τῶν) πάντων νόμων, διασκεψάμενοι ἂν ἑλοίατο (ἕκαστοι τοὺς ἑωυτῶν· οὕτω νομίζουσι) πολλόν τι καλλίστους (τοὺς) ἑωυτῶν νόμους ἕκαστοι εἶναι. οὔκων εἰκός ἐστιν ἄλλον γε ἢ μαινόμενον ἄνδρα (γέλωτα) τὰ τοιαῦτα τίθεσθαι. ὡς δ᾿ οὕτως νενομίκασι τὰ περὶ τοὺς νόμους οἱ πάντες ἄνθρωποι, πολλοῖσι καὶ ἄλλοισι τεκμηρίοισι πάρεστι σταθμώσασθαι, ἐν δὲ δὴ καὶ (τῷδε). Δαρεῖος ἐπὶ τῆς ἑωυτοῦ ἀρχῆς καλέσας Ἑλλήνων τοὺς παρεόντας εἴρετο ἐπὶ κόσῳ ἂν χρήματι βουλοίατο τοὺς πατέρας ἀποθνῄσκοντας κατασιτέεσθαι· οἱ δὲ ἔφασαν ἐπ᾿ οὐδενὶ ἕρδειν ἂν τοῦτο. Δαρεῖος δὲ μετὰ ταῦτα καλέσας Ἰνδῶν τοὺς καλεομένους Καλατίας, οἳ τοὺς γονέας κατεσθίουσιν, εἴρετο, παρεόντων τῶν Ἑλλήνων καὶ δι᾿ ἑρμηνέος μανθανόντων τὰ λεγόμενα, ἐπὶ τίνι χρήματι δεξαίατ᾿ ἂν τελευτέοντας τοὺς πατέρας κατακαίειν πυρί· οἱ δὲ ἀμβώσαντες μέγα εὐφημέειν μιν ἐκέλευον. οὕτω μὲν νῦν ταῦτα νενόμισται, καὶ ὀρθῶς μοι δοκέει Πίνδαρος ποιῆσαι, νόμον πάντων βασιλέα φήσας εἶναι. “