Ancient Greek · ~7 min
ΠΡΟΣ ΤΟΝ ΕΠΙΓΕΓΡΑΜΜΕΝΟΝ ΚΕΛΣΟΥ ΑΛΗΘΗ ΛΟΓΟΝ ΩΠΙΓΕΝΟΥΣ ΤΟΜΟΣ ΠΡΩΤΟΣ.
Origen, Contra Celsum 35
Not analysed yet
Ἵνα δὲ μὴ δοκῶμεν ἀπὸ λέξεως Ἑβραϊκῆς τοῖς μὴ καταλαμβάνουσι, πότερον συγκαταθετέον αὐτῇ ἢ μὴ, φέρειν παραμυθίαν περὶ τοῦ προφήτην εἰρηκέναι ἐκ παρθένου τεχθήσεσθαι τοῦτον, ἐφ᾿ οὗ τῇ γενέσει λέλεκται τὸ „μεθ᾿ ἡμῶν ὁ θεὸς“, φέρε ἐπ᾿ αὐτῆς τῆς λέξεως παραμυθησώμεθα τὸ λεγόμενον. ὁ μὲν κύριος ἀναγέγραπται εἰρηκέναι τῷ Ἄχαζ· „αἴτησαι σεαυτῷ σημεῖον παρὰ κυρίου τοῦ θεοῦ σου εἰς βάθος ἢ εἰς ὕψος,“ ἑξῆς δὲ τὸ διδόμενον σημεῖον τὸ „ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν. “ποῖον οὖν σημεῖον τὸ νεάνιδα, μὴ παρθένον τεκεῖν; καὶ τίνι μᾶλλον ἁρμόζει γεννῆσαι „Ἐμμανουὴλ,“ τουτέστι „μεθ᾿ ἡμῶν ὁ θεὸς,“ ἆρα γυναικὶ συνουσιασθείσῃ καὶ διὰ πάθους γυναικείου συλλαβούσῃ ἢ ἔτι καθαρᾷ καὶ ἁγνῇ καὶ παρθένῳ; ταύτῃ γὰρ πρέπει γεννᾶν γέννημα, ἐφ᾿ ᾧ τεχθέντι λέγεται τὸ „μεθ᾿ ἡμῶν ὁ θεός. “ἐὰν δὲ καὶ οὕτως εὑρεσιλογῇ λέγων ὅτι τῷ Ἄχαζ εἴρηται· „αἴτησαι σεαυτῷ σημεῖον παρὰ κυρίου τοῦ θεοῦ σου,“ ἀπαντήσομεν· κατὰ τοὺς χρόνους τοῦ Ἄχαζ τίς ἐγεννήθη, ἐφ᾿ οἷ τῇ γενέσει λέγεται τὸ „Ἐμμανουὴλ, ὅ ἐστι μεθ᾿ ἡμῶν ὁ θεός,· “εἰ γὰρ οὐδεὶς εὑρεθήσεται, δηλονότι τὸ τῷ Ἄχαζ εἰρημένον τῷ οἴκῳ εἴρηται Δαυὶδ διὰ τὸ „ἐκ σπέρματος Δαυὶδ“ ἀναγεγράφθαι τὸν σωτῆρα γεγονέναι „τὸ κατὰ σάρκα“· ἀλλὰ καὶ τὸ „σημεῖον“ τοῦτο „εἰς βάθος ἢ εἰς ὕψος“ λέγεται εἶναι, ἐπεὶ „ὁ καταβὰς οὗτός ἐστι καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα. “ταῦτα δὲ λέγω ὡς πρὸς τὸν Ἰουδαῖον συγκατατιθέμενον τῇ προφητείᾳ. λεγέτω δὲ καὶ Κέλσος ἤ τις τῶν σὺν αὐτῷ, ποίῳ νῷ ὁ προφήτης περὶ μελλόντων ἢ ταῦτα ἢ ἕτερα λέγει, ὁπόσα ἀναγέγραπται ἐν ταῖς προφητείαις· ἆρα γὰρ προγνωστικῷ μελλόντων ἢ οὔ; εἰ μὲν γὰρ προγνωστικῷ μελλόντων, θεῖον εἶχον πνεῦμα οἱ προφῆται· εἰ δ᾿ οὐ προγνωστικῷ μελλόντων, παραστησάτω τὸν νοῦν τοῦ ἀποτολμῶντος καὶ λέγοντος περὶ μελλόντων καὶ θαυμαζομένου παρὰ τοῖς Ἰουδαίοις ἐπὶ προφητείᾳ.