Ancient Greek
ΠΡΟΣ ΤΟΝ ΕΠΙΓΕΓΡΛΜΜΕΝΟΝ ΚΕΛΣΟΥ ΑΛΠΘΗ ΛΟΓΟΝ ΩΡΙΓΕΝΟΥΣ ΤΟΜΟΣ ΤΡΙΤΟΣ.
Origen, Contra Celsum 44-3
Not analysed yet
Εἶθ᾿ ἑξῆς τούτοις ὁ Κέλσος τὰ ὑπὸ ὀλίγων πάνυ παρὰ τὴν διδασκαλίαν Ἰησοῦ λεγόμενα νομιζομένων Χριστιανῶν. οὐ φρονιμωτέρων. ὡς οἴεται, ἀλλ᾿ ἀμαθεστάτων, φέρων φησὶ τοιαῦτα ὑπ᾿ αὐτῶν προστάσσεσθαι· μηδεὶς προσίτω πεπαιδευμένος. μηδεὶς σοφὸς, μηδεὶς φρόνιμος· κακὰ γὰρ ταῦτα νομίζεται παρ᾿ ἡμῖν· ἀλλ᾿ εἴ τις ἀμαθὴς, εἴ τις ἀνόητος, εἴ τις ἀπαίδευτος, εἴ τις νήπιος, θαῤῥῶν ἡκέτω. τούτους γὰρ ἀξίους (εἶναι) τοῦ σφετέρου θεοῦ αὐτόθεν ὁμολογοῦντες, δῆλοί εἰσιν ὅτι μόνους τοὺς ἠλιθίους καὶ ἀγεννεῖς καὶ ἀναισθήτους καὶ ἀνδράποδα καὶ γύναια καὶ παιδάρια πείθειν ἐθέλουσί τε καὶ δύνανται. καὶ πρὸς ταῦτα δέ φαμεν ὅτι. ὥσπερ εἴ τις. τοῦ Ἰησοῦ διδάσκοντος τὰ περὶ σωφροσύνης καὶ λέγοντος· „ὃς ἐὰν ἐμβλέψῃ γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι. ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ“, ἑώρα (τινὰς) ὀλίγους ἀπὸ τῶν τοσούτων Χριστιανοὺς εἶναι νομιζομένους ἀκολάστως ζῶντας, εὐλογώτατα μὲν (ἂν) αὐτοῖς ἐνεκάλει παρὰ τὴν Ἰησοῦ βιοῦσι διδασκαλίαν ἀλογώτατα δ᾿ ἂν ἐποίησεν, εἰ τὸ κατ᾿ ἐκείνων ἔγκλημα τῷ λόγῳ προσῆπτεν· οὕτως ἐὰν εὑρίσκηται οὐδενὸς ἧττον ὁ Χριστιανῶν λόγος ἐπὶ σοφίαν προκαλούμενος, ἐγκλητέον μὲν ἔσται τοῖς συναγορεύουσι τῇ σφῶν ἀμαθίᾳ καὶ λέγουσιν οὐ ταῦτα μὲν, ἅπερ ὁ Κέλσος ἀνέγραψεν (οὐδὲ γὰρ οὕτως ἀναισχύντως. κἂν ἰδιῶταί τινες ὦσι καὶ ἀμαθεῖς, λέγουσιν), ἕτερα δὲ πολλῷ ἐλάττονα καὶ ἀποτρεπτικὰ τοῦ ἀσκεῖν σοφίαν.