Ancient Greek · ~8 min
ΠΡΟΣ ΤΟΝ ΕΠΙΓΕΓΡΑΜΜΕΝΟΝ ΚΕΛΣΟΥ ΑΛΗΘΗ ΛΟΓΟΝ ΩΡΙΓΕΝΟΥΣ ΤΟΜΟΣ ΕΒΔΟΜΟΣ.
Origen, Contra Celsum 45-5
Not analysed yet
Ἴδωμεν δὲ καὶ ἅ φησιν ἡμᾶς διδάξειν, εἰ ἄρα ἀκολουθῆσαι αὐτοῖς δυνησόμεθα, ἐν οἷς λέγει ἡμᾶς παντελῶς ἐνδεδέσθαι τῇ σαρκὶ, τοὺς, ἐὰν βιῶμεν ὀρθῶς καὶ κατὰ τὸν Ἰησοῦ λόγον, ἀκούοντας τὸ „ὑμεῖς οὐκ ἐστὲ ἐν σαρκὶ ἀλλ᾿ ἐν πνεύματι, εἴπερ πνεῦμα θεοῦ οἰκεῖ ἐν ὑμῖν. “φησὶ δ᾿ ἡμᾶς καὶ μηδὲν καθαρὸν βλέπειν, τοὺς πειρωμένους μηδὲ μέχρι τῶν λογισμῶν ὑπὸ τῶν ἐνθυμημάτων τῆς κακίας μολύνεσθαι καὶ ἐν τῇ εὐχῇ λέγοντας· „καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου,“ ἵνα τῇ μόνῃ πεφυκυίᾳ βλέπειν θεὸν „καρδίᾳ καθαρᾷ“ θεασώμεθα αὐτόν. ἃ δὲ λέγει, τοιαῦτά ἐστιν· οὐσία καὶ γένεσις νοητὸν, ὁρατόν· μετὰ οὐσίας μὲν ἀλήθεια, μετὰ δὲ γενέσεως πλάνη. περὶ ἀλήθειαν μὲν οὖν ἐπιστήμη. περὶ δὲ θάτερον δόξα· καὶ νοητοῦ μέν ἐστι νόησις, ὁρατοῦ δὲ ὄψις. γινώσκει δὲ νοητὸν μὲν νοῦς, ὁρατὸν δὲ ὀφθαλμός. ὅπερ οὖν ἐν τοῖς ὁρατοῖς ἥλιος, οὔτ᾿ ὀφθαλμὸς ὢν οὔτ᾿ ὄψις ἀλλ᾿ ὀφθαλμῷ τε τοῦ ὁρᾶν αἴτιος καὶ ὄψει τοῦ δι᾿ αὐτὸν συνίστασθαι καὶ ὁρατοῖς τοῦ ὁρᾶσθαι, πᾶσιν αἰσθητοῖς τοῦ γίνεσθαι, καὶ μὴν αὐτὸς αὑτῷ τοῦ βλέπεσθαι, τοῦτο ἐν τοῖς νοητοῖς ἐκεῖνος, ὅσπερ οὔτε νοῦς οὔτε νόησις οὔτ᾿ ἐπιστήμη, ἀλλὰ νῷ τε τοῦ νοεῖν αἴτιος καὶ νοήσει τοῦ δι᾿ αὐτὸν εἶναι καὶ ἐπιστήμῃ τοῦ δι᾿ αὐτὸν γινώσκειν καὶ νοητοῖς ἅπασι καὶ αὐτῇ ἀληθείᾳ καὶ αὐτῇ οὐσίᾳ τοῦ εἶναι, πάντων ἐπέκεινα ὢν, ἀῤῥήτῳ τινὶ δυνάμει νοητός. ταῦτ᾿ εἴρηται μὲν ἀνθρώποις νοῦν ἔχουσιν· εἰ δέ τι αὐτῶν καὶ ὑμεῖς συνίετε. εὖ ὑμῖν ἔχει. καὶ πνεῦμα εἴ τι οἴεσθε κατιὸν ἐκ θεοῦ προαγγέλλειν τὰ θεῖα, τοῦτ᾿ ἂν εἴη τὸ πνεῦμα τὸ ταῦτα κηρύττον, οὗ δὴ πλησθέντες ἄνδρες παλαιοὶ πολλὰ κἀγαθὰ ἤγγειλαν· ὧν εἰ μὴ δύνασθε ἐπαΐειν, σιωπᾶτε καὶ τὴν ἑαυτῶν ἀμαθίαν ἐγκαλύπτετε καὶ μὴ λέγετε τυφλώττειν τοὺς βλέποντας καὶ χωλοὺς εἶναι τοὺς τρέχοντας. αὐτοὶ πάντῃ τας ψυχὰς ἀποκεχωλευμένοι καὶ ἠκρωτηριασμένοι καὶ τῷ σώματι ζῶντες, τουτέστι τῷ νεκρῷ.