Ancient Greek
ΠΡΟΣ ΤΟΝ ΕΠΙΓΕΓΡΛΜΜΕΝΟΝ ΚΕΛΣΟΥ ΑΛΠΘΗ ΛΟΓΟΝ ΩΡΙΓΕΝΟΥΣ ΤΟΜΟΣ ΤΡΙΤΟΣ.
Origen, Contra Celsum 48-2
Not analysed yet
Τάχα δὲ καὶ ἐκ τοῦ „βλέπετε δὲ τὴν κλῆσιν ὑμῶν, ἀδελφοὶ, ὅτι οὐ πολλοὶ σοφοὶ κατὰ σάρκα, οὐ πολλοὶ δυνατοὶ, οὐ πολλοὶ εὐγενεῖς· ἀλλὰ τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο ὁ θεὸς. ἵνα καταισχύνῃ τοὺς σοφοὺς, καὶ τὰ ἀγενῆ καὶ τὰ ἐξουθενημένα ἐξελέξατο ὁ θεὸς καὶ τὰ μὴ ὄντα, ἵνα τὰ ὄντα καταργήσῃ, ἵνα μὴ καυχήσηται πᾶσα σὰρξ ἐνώπιον αὐτοῦ“ ἐκινήθησάν τινες πρὸς τὸ οἴεσθαι ὅτι οὐδεὶς πεπαιδευμένος ἢ σοφὸς ἢ φρόνιμος προσέρχεται τῷ λόγῳ. καὶ πρὸς τὸν τοιοῦτον δὲ φήσομεν ὅτι οὐκ εἴρηται ὅτι οὐδεὶς σοφὸς „κατὰ σάρκα,“ ἀλλ᾿ „οὐ πολλοὶ σοφοὶ κατὰ σάρκα. “καὶ δῆλον ὅτι ἐν τῷ χαρακτηριστικῷ τῶν καλουμένων ἐπισκόπων διαγράφων ὁ Παῦλος, ὁποῖον εἶναι χρὴ τὸν ἐπίσκοπον, ἔταξε καὶ τὸν διδάσκαλον, λέγων δεῖν αὐτὸν εἶναι δυνατὸν „καὶ τοὺς ἀντιλέγοντας ἐλέγχειν,“ ἵνα τοὺς ματαιολόγους καὶ φρεναπάτας ἐπιστομίζῃ διὰ τῆς ἐν αὐτῷ σοφίας. καὶ ὥσπερ μονόγαμον μᾶλλον διγάμου αἱρεῖται εἰς ἐπισκοπὴν καὶ „ἀνεπίληπτον“ ἐπιλήπτου καὶ „νηφάλιον“ τοῦ μὴ τοιούτου καὶ „σώφρονα“ τοῦ μὴ σώφρονος καὶ „κόσμιον“ παρὰ τὸν κἂν ἐπ᾿ ὀλίγον ἄκοσμον, οὕτως θέλει τὸν προηγουμένως εἰς ἐπισκοπὴν κατασταθησόμενον εἶναι διδακτικὸν καὶ δυνατὸν πρὸς τὸ „τοὺς ἀντιλέγοντας ἐλέγχειν. “πῶς οὖν εὐλόγως ἐγκαλεῖ ὁ Κέλσος ἡμῖν ὡς φάσκουσι· μηδεὶς προσίτω πεπαιδευμένος. μηδεὶς σοφὸς. μηδεὶς φρόνιμος; ἀλλὰ προσίτω μὲν πεπαιδευμένος καὶ σοφὸς καὶ φρόνιμος ὁ βουλόμενος· οὐδὲν δ᾿ ἧττον προσίτω καὶ εἴ τις ἀμαθὴς καὶ ἀνόητος καὶ ἀπαίδευτος καὶ νήπιος. καὶ γὰρ τοὺς τοιούτους προσελθόντας ἐπαγγέλλεται θεραπεύειν ὁ λόγος, πάντας ἀξίους κατασκευάζων τοῦ θεοῦ.