Ancient Greek · ~5 min
ΠΡΟΣ ΤΟΝ ΕΠΙΓΕΓΡΑΜΜΕΝΟΝ ΚΕΛΣΟΥ ΑΛΠΘΗ ΛΟΓΟΝ ΩΡΙΓΕΝΟΥΣ ΤΟΜΟΣ ΕΚΤΟΣ.
Origen, Contra Celsum 52-6
Not analysed yet
Μετὰ δὲ ταῦτα Κέλσος φησίν· ἐγὼ δὲ περὶ μὲν γενέσεως κόσμου καὶ φθορᾶς, ἢ ὡς ἀγένητος καὶ ἄφθαρτος, ἢ ὡς γενητὸς μὲν ἄφθαρτος δὲ, ἢ ὡς τὸ ἔμπαλιν, οὐδὲν περὶ τοῦδε νυνὶ λέγω. διόπερ οὐδ᾿ ἡμεῖς περὶ τῶνδε νυνὶ λέγομεν· οὐ γὰρ ἡ προκειμένη σύνταξις τοῦτ᾿ ἀπαιτεῖ. ἀλλ᾿ οὐδὲ πνεῦμα τοῦ ἐπὶ πᾶσι θεοῦ φαμεν ὡς ἐν ἀλλοτρίοις τοῖς τῇδε γεγονέναι κατὰ το „πνεῦμα θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος,“ οὐδὲ κακῶς μηχανώμενά τινα ὡς ὑπὸ ἑτέρου τοῦ δημιουργοῦ παρὰ τὸν μέγαν θεὸν κατὰ τοῦ πνεύματος αὐτοῦ φαμεν, ἀνεχομένου τοῦ ἀνωτέρω θεοῦ, δεδεῆσθαι καθαιρέσεως. διόπερ μακρὰν χαιρέτωσαν οἱ ταῦτα λέγοντες καὶ ὁ μὴ πραγματικῶς αὐτῶν κατηγορῶν Κέλσος· ἐχρῆν γὰρ αὐτὸν ἢ μὴ μνημονεῦσαι τῶν τοιούτων ἢ κατα τὸ δοκοῦν αὐτῷ φιλάνθρωπον ἐκθέσθαι αὐτὰ ἐπιμελῶς καὶ ἀγωνίσασθαι πρὸς τὰ ἀσεβῶς ὑπ᾿ αὐτῶν λεγόμενα. οὐδ᾿ ὅτι δεδωκὼς ὁ μέγας θεὸς τῷ δημιουργῷ τὸ πνεῦμα ἀπαιτεῖ αὐτὸ ἀκηκόαμεν πώποτε. εἶθ᾿ ἑξῆς ἀσεβέσι λόγοις μωρῶς ἐγκαλῶν φησι· τίς θεὸς δίδωσί τι ὡς ἀπαιτήσων; δεομένου γὰρ τὸ ἀπαιτεῖν, δεῖται δὲ οὐδενὸς ὁ θεός. καὶ τούτοις προστίθησιν ὡς σοφὸν δή τι κατά τινων λέγων· διὰ τί, ὁπηνίκα ἐκίχρα, κακῷ κιχρῶν ἠγνόει; λέγει δὲ καὶ τό· τί περιορᾷ πονηρὸν δημιουργὸν ἀντιπράττοντα ἑαυτῷ;