Ancient Greek · ~7 min
ΠΡΟΣ ΤΟΝ ΕΠΙΓΕΓΡΑΜΜΕΝΟΝ ΚΕΛΣΟΥ ΑΛΗΘΗ ΛΟΓΟΝ ΩΠΙΓΕΝΟΥΣ ΤΟΜΟΣ ΠΡΩΤΟΣ.
Origen, Contra Celsum 55
Not analysed yet
Μέμνημαι δέ ποτε ἔν τινι πρὸς τοὺς λεγομένους παρὰ Ἰουδαίοις σοφοὺς [ἐν]ζητήσει ταῖς προφητείαις ταύταις χρησάμενος, ἐφ᾿ οἷς ἔλεγεν ὁ Ἰουδαῖος ταῦτα πεπροφητεῦσθαι ὡς περὶ ἑνὸς τοῦ ὅλου λαοῦ, καὶ γενομένου ἐν τῇ διασπορᾷ καὶ πληγέντος, ἵνα πολλοὶ προσήλυτοι γένωνται τῇ προφάσει τοῦ ἐπεσπάρθαι Ἰουδαίους τοῖς λοιποῖς ἔθνεσι. καὶ οὕτω διηγεῖτο τὸ „ἀδοξήσει ἀπὸ ἀνθρώπων τὸ εἶδός σου“ καὶ τὸ „οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ ὄψονται“ καὶ τὸ ἄνθρωπος ἐν πληγῇ ὤν. “πολλὰ μὲν οὖν τότ᾿ ἐν τῇ ζητήσει λέλεκται τὰ ἐλέγχοντα ὅτι περί τινος ἑνὸς ταῦτα προφητευόμενα οὐκ εὐλόγως ἐκεῖνοι ἀνάγουσιν ἐπὶ ὅλον τὸν λαόν. ἐπυνθανόμην δὲ, τίνος ἂν εἴη πρόσωπον τὸ λέγον· „οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει καὶ περὶ ἡμῶν ὀδυνᾶται“ καὶ τό· „αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ μεμαλάκισται διὰ τὰς ἀνομίας ἡμῶν,“ καὶ τίνος πρόσωπον ἦν τὸ φάσκον· „τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν. “σαφῶς γὰρ οἱ ἐν ταῖς ἁμαρτίαις γενόμενοι καὶ ἰαθέντες ἐκ τοῦ τὸν σωτῆρα πεπονθέναι, εἴτ᾿ ἀπὸ τοῦ λαοῦ ἐκείνου εἴτε καὶ οἱ ἀπὸ τῶν ἐθνῶν, ταῦτα λέγουσι παρὰ τῷ προφήτῃ προεωρακότι καὶ ἀπὸ ἁγίου πνεύματος ταῦτα προσωποποιήσαντι. μάλιστα δ᾿ ἐδόξαμεν θλίβειν ἀπὸ τῆς φασκούσης λέξεως τό· „ἀπὸ τῶν ἀνομιῶν τοῦ λαοῦ μου ἤχθη εἰς θάνατον. “εἰ γὰρ ὁ λαὸς κατ᾿ ἐκείνους εἰσὶν οἱ προφητευόμενοι, πῶς „ἀπὸ τῶν ἀνομιῶν τοῦ λαοῦ“ τοῦ θεοῦ λέγεται ἦχθαι „εἰς θάνατον“ οὗτος, εἰ μὴ ἕτερος ὢν παρὰ τὸν λαὸν τοῦ θεοῦ; τίς δ᾿ οὗτος, εἰ μὴ Ἰησοῦς Χριστὸς, οὗ „τῷ μώλωπι“ „ἰάθημεν“ οἱ εἰς αὐτὸν πιστεύοντες, ἀπεκδυσαμένου „τὰς“ ἐν ἡμῖν „ἀρχὰς καὶ ἐξουσίας“ καὶ „παῤῥησίᾳ“ δειγματίσαντος αὐτὰς ἐν τῷ ξύλῳ; ἕκαστον δὲ τῶν ἐν τῇ προφητείᾳ σαφηνίσαι καὶ μηδὲν ἀβασάνιστον αὐτῶν παραλιπεῖν ἄλλου καιροῦ ἐστι. καὶ ταῦτα δ᾿ ἐπὶ πλεῖον εἴρηται, ὡς νομίζω, ἀναγκαίως διὰ τὴν ἐκκειμένην τοῦ παρὰ τῷ Κέλσῳ Ἰουδαίου λέξιν.