Ancient Greek · ~5 min
ΠΡΟΣ ΤΟΝ ΕΠΙΓΕΓΡΑΜΜΕΝΟΝ ΚΕΛΣΟΥ ΑΛΠΘΗ ΛΟΓΟΝ ΩΡΙΓΕΝΟΥΣ ΤΟΜΟΣ ΕΚΤΟΣ.
Origen, Contra Celsum 56-6
Not analysed yet
Εἰ δὲ τὰ καταχρηστικῶς οὕτως ὀνομαζόμενα, λεγόμενα σωματικὰ κακὰ καὶ ἐκτὸς, τίς φησι, δεδόσθω ἔσθ᾿ ὅτε τούτων τινὰ πεποιηκέναι τὸν θεὸν, ἵνα διὰ τούτων ἐπιστρέψῃ τινάς, καὶ τί ἄτοπον ὁ λόγος ἔχειν δύναται; ὥσπερ γὰρ, εἰ καταχρηστικῶς ἀκουόντων ἡμῶν κακὰ τοὺς προσαγομένους πόνους τοῖς παιδευομένοις ὑπὸ πατέρων καὶ διδασκάλων καὶ παιδαγωγῶν, ἢ ὑπὸ ἰατρῶν τοῖς θεραπείας ἕνεκεν τεμνομένοις ἢ καυτηριαζομένοις. λέγομεν τὸν πατέρα κακοποιεῖν τοῖς υἱοῖς ἢ τοὺς παιδαγωγοὺς ἢ τοὺς διδασκάλους ἢ τοὺς ἰατροὺς, οὐδὲν ἂν κατηγοροῖντο οἱ τύπτοντες ἢ οἱ τέμνοντες· οὕτως. εἰ ὁ θεὸς λέγεται τὰ τοιαδὶ ἐπάγειν ἐπιστροφῆς καὶ θεραπείας ἕνεκεν τῶν δεομένων τοιούτων πόνων, οὐδὲν ἂν ἄτοπον ὁ λόγος ἔχοι· οὔτ᾿ ἂν καταβαίνῃ „κακὰ παρὰ κυρίου ἐπὶ πύλας Ἱερουσαλὴμ,“ τὴν ὑπόστασιν ἔχοντα ἐν τοῖς ἀπὸ τῶν πολεμίων πόνοις. προσαγομένοις αὐτοῖς εἰς ἐπιστροφὴν. οὔτ᾿ ἂν ἐπισκέπτηται „ἐν ῥάβδῳ τὰς ἀνομίας“ τῶν ἐγκαταλιπόντων „τὸν νόμον“ τοῦ θεοῦ „καὶ ἐν μάστιξι τὰς ἁμαρτίας αὐτῶν,“ οὔτ᾿ ἂν λέγῃ τό· „ἔχεις ἄνθρακας πυρὸς, κάθισαι ἐπ᾿ αὐτοὺς, οὗτοι ἔσονταί σοι βοήθεια. “τοῦτον δὲ τὸν τρόπον καὶ τὸ „ὁ ποιῶν εἰρήνην καὶ κτίζων κακὰ“ διηγούμεθα· κτίζει γὰρ τὰ σωματικὰ ἢ τὰ ἐκτὸς κακὰ, καθαίρων καὶ παιδεύων τοὺς μὴ βουληθέντας παιδευθῆναι λόγῳ καὶ διδασκαλίᾳ ὑγιεῖ. καὶ ταῦτα μὲν εἰς τὸ πῶς μὲν ὁ θεὸς κακὰ ἐποίει;