Ancient Greek · ~7 min
ΠΡΟΣ ΤΟΝ ΕΙΠΓΕΓΡΑΜΜΕΝΟΝ ΚΕΛΣΟΥ ΑΛΗΘΗ ΛΟΓΟΝ ΩΡΙΓΕΝΟΥΣ ΤΟΜΟΣ ΟΓΔΟΟΣ.
Origen, Contra Celsum 57-8
Not analysed yet
Κέλσος μὲν οὖν οἴεται τῷ βίῳ λειτουργεῖν τὰ πρέποντα. μέχρι ἂν τῶν δεσμῶν ἀπολυθῶσιν ἄνθρωποι, ἐπὰν κατὰ τὰ νενομισμένα τοῖς πολλοῖς τὰς θυσίας τις ἀποδιδῷ ἑκάστῳ τῶν κατὰ πόλιν νομιζομένων θεῶν, οὐ νοήσας τὸ ἀληθῶς πρέπον ὑπὸ τῆς ἀκριβοῦς εὐσεβείας ὑπολαμβανόμενον· ἡμεῖς δέ φαμεν τῷ βίῳ λειτουργεῖν μετὰ τῶν πρεπόντων τὸν μεμνημένον, τίς τε ὁ δημιουργήσας καὶ τίνα τὰ ἐκείνῳ φίλα, καὶ πάντα πράττοντα πρὸς τὸ φίλον τῷ θεῷ. καὶ πάλιν Κέλσος μὲν οὐ θέλει ἡμᾶς ἀχαρίστους εἶναι πρὸς τοὺς τῇδε δαίμονας, οἰόμενος ἡμᾶς ὀφείλειν αὐτοῖς χαριστήρια· καὶ ἡμεῖς δὲ τρανοῦντες τὸν περὶ εὐχαριστίας λόγον φαμὲν πρὸς τοὺς μηδὲν εὐεργετοῦντας ἀλλὰ καὶ ἐκ τοῦ ἐναντίου ἱσταμένους μηδὲν ἀχάριστον ἡμᾶς ποιεῖν, ὅταν αὐτοῖς μὴ θύωμεν ἀλλὰ μηδὲ θεραπεύωμεν αὐτούς. ἀλλὰ τὸ ἀχάριστοι εἶναι πρὸς τὸν θεὸν περιϊστάμεθα, οὗ τῶν εὐεργεσιῶν πλήρεις ἐσμὲν, καὶ δημιουργήματα ὄντες αὐτοῦ καὶ προνοούμενοι ὑπ᾿ αὐτοῦ κριθέντες ὅπως ποτὲ εἶναι καὶ ἔξω τοῦ βίου τὰς παρ᾿ αὐτοῦ ἐλπίδας ἐκδεχόμενοι. ἔστι δὲ καὶ σύμβολον ἡμῖν τῆς πρὸς θεὸν εὐχαριστίας ἄρτος „εὐχαριστία“ καλούμενος. ἀλλ᾿ οὐδὲ δαίμονες ἔχουσιν, ὡς καὶ ἐν τοῖς ἀνωτέρω ἐλέγομεν, τὴν οἰκονομίαν τῶν πρὸς τὰς ἡμετέρας χρείας δεδημιουργημένων· διὸ οὐδ᾿ ἄδικόν τι πράττομεν μετέχοντες τῶν δημιουργημάτων καὶ τοῖς μὴ προσήκουσιν αὐτοῖς μὴ θύοντες. κἂν ἴδωμεν δὲ μὴ δαίμονάς τινας ἀγγέλους δὲ τεταγμένους ἐπὶ τῶν τῆς γῆς καρπῶν καὶ ἐπὶ τῆς τῶν ζῴων γενέσεως, εὐφημοῦμεν αὐτοὺς καὶ μακαρίζομεν, ἐγχειρισθέντας ὑπὸ τοῦ θεοῦ τὰ χρήσιμα τῷ γένει ἡμῶν· οὐ μὴν τὴν ὀφειλομένην πρὸς θεὸν τιμὴν τούτοις ἀπονέμομεν, οὔτε γὰρ ὁ θεὸς τοῦτο βούλεται οὔτ᾿ αὐτοὶ οἱ τὰ τοιάδε ἐγκεχειρισμένοι. καὶ ἀποδέχονταί γε ἡμᾶς φυλασσομένους αὐτοῖς θύειν ἢ θύοντας· οὐδὲ γὰρ χρῄζουσιν ἐκεῖνοι τῶν ἀπὸ γῆς ἀναθυμιωμένων.