Ancient Greek · ~7 min
ΠΡΟΣ ΤΟΝ ΕΠΙΓΕΓΡΛΜΜΕΝΟΝ ΚΕΛΣΟΥ ΑΛΠΘΗ ΛΟΓΟΝ ΩΡΙΓΕΝΟΥΣ ΤΟΜΟΣ ΤΡΙΤΟΣ.
Origen, Contra Celsum 58-3
Not analysed yet
Οἱ δὲ παρὰ τῷ Κέλσῳ παραπλήσιοι τοῖς ἐν ταῖς οἰκίαις ἐριουργοῖς ὅμοιοι δὲ καὶ τοῖς σκυτοτόμοις καὶ κναφεῦσι καὶ ἀπαιδευτοτάτοις ἀγροίκοις παρόντος μὲν πατρὸς καὶ διδασκάλων οὐδέν φησι λέγειν ἐθελήσουσιν οὐδὲ δυνήσονται τοῖς παισὶν ἑρμηνεύειν ἀγαθόν. καὶ πρὸς τοῦτο δ᾿ ἐροῦμεν· ποίου φῂς. ὦ οὗτος, πατρὸς καὶ ποίου διδασκάλου; εἰ μὲν τοῦ ἀρετὴν ἀποδεχομένου καὶ κακίαν ἀποστρεφομένου καὶ ἀσπαζομένου τὰ κρείττονα, ἄκουε ὅτι καὶ μάλα θαῤῥοῦντες ὡς εὐδοκιμοῦντες παρὰ τῷ τοιούτῳ κριτῇ ἐροῦμεν τοῖς παισὶ τὰ ἡμέτερα. εἰ δ᾿ ἐνώπιον πατρὸς διαβεβοημένου πρὸς ἀρετὴν καὶ καλοκἀγαθίαν σιωπῶμεν καὶ τῶν τὰ ἐναντία τῷ ὑγιεῖ λόγῳ διδασκόντων, τοῦτο μηδ᾿ ἡμῖν ἐγκάλει, οὐ γὰρ εὐλόγως ἐγκαλεῖς, καὶ σὺ γοῦν τὰ φιλοσοφίας ὄργια τοῖς νέοις καὶ υἱοῖς, πατέρων ἀργὸν πρᾶγμα καὶ ἀνωφελὲς νομιζόντων φιλοσοφίαν, παραδιδοὺς τοῖς παισὶν οὐκ ἐπὶ τῶν φαύλων πατέρων ἐρεῖς· ἀλλὰ βουλόμενος χωρίζεσθαι τοὺς προτραπέντας ἐπὶ φιλοσοφίαν υἱοὺς τῶν μοχθηρῶν πατέρων ἐπιτηρήσεις καιροὺς, ἵνα καθίκωνται οἱ φιλοσοφίας λόγοι τῶν νέων, καὶ περὶ τῶν διδασκάλων δὲ τὰ αὐτὰ φήσομεν, εἰ μὲν γὰρ ἀποτρέπομεν διδασκάλων διδασκόντων τὰ ἄσεμνα τῆς κωμῳδίας καὶ τοὺς ἀκολάστους τῶν ἰάμβων καὶ ὅσα ἄλλα, ἃ μήτε τὸν λέγοντα ἐπιστρέφει μήτε τοὺς ἀκούοντας ὠφελεῖ, καὶ μὴ εἰδότας φιλοσόφως ἀκούειν ποιημάτων καὶ ἐπιλέγειν ἑκάστοις τὰ συντείνοντα εἰς ὠφέλειαν τῶν νέων, τοῦτο ποιοῦντες οὐκ αἰσχυνόμεθα ὁμολογεῖν τὸ πραττόμενον· εἰ δὲ παραστήσεις μοι διδασκάλους πρὸς φιλοσοφίαν προπαιδεύοντας καὶ ἐν φιλοσοφίᾳ γυμνάζοντας, οὐκ ἀποτρέψω μὲν ἀπὸ τούτων τοὺς νέους πειράσομαι δὲ προγυμνασαμένους αὐτοὺς ὡς ἐν ἐγκυκλίοις μαθήμασι καὶ τοῖς φιλοσοφουμένοις ἀναβιβάσαι ἐπὶ τὸ σεμνὸν καὶ ὑψηλὸν τῆς λεληθυίας τοὺς πολλοὺς Χριστιανῶν μεγαλοφωνίας, περὶ τῶν μεγίστων καὶ ἀναγκαιοτάτων διαλαμβανόντων καὶ ἀποδεικνύντων καὶ παριστάντων αὐτὰ πεφιλοσοφῆσθαι παρὰ τοῖς τοῦ θεοῦ προφήταις καὶ τοῖς τοῦ Ἰησοῦ ἀποστόλοις.