Ancient Greek · ~8 min
ΠΡΟΣ ΤΟΝ ΕΠΙΓΕΓΡΑΜΜΕΝΟΝ ΚΕΛΣΟΥ ΑΛΠΘΗ ΛΟΓΟΝ ΩΡΙΓΕΝΟΥΣ ΤΟΜΟΣ ΕΚΤΟΣ.
Origen, Contra Celsum 63-6
Not analysed yet
Εἶτά φησιν ὁ Κέλσος, μὴ ἐνιδὼν τῇ διαφορᾷ τοῦ „κατ᾿ εἰκόνα θεοῦ“ καὶ „τῆς εἰκόνος αὐτοῦ,“ ὅτι „εἰκὼν“ μὲν „τοῦ θεοῦ“ ὁ „πρωτότοκος πάσης κτίσεώς“ ἐστιν ὁ αὐτολόγος καὶ ἡ αὐτοαλήθεια ἔτι δὲ καὶ ἡ αὐτοσοφία, „εἰκὼν“ οὖσα „τῆς ἀγαθότητος αὐτοῦ,“ „κατ᾿ εἰκόνα“ δὲ τοῦ „θεοῦ“ ὁ ἄνθρωπος πεποίηται. ἔτι δὲ καὶ ὅτι πᾶς ἀνὴρ, οὗ „Χριστός ἐστι κεφαλὴ,“ „εἰκὼν καὶ δόξα θεοῦ“ ὑπάρχει· ἀλλ᾿ οὐδ᾿ ἐπιστήσας, ἐν τίνι τῶν τοῦ ἀνθρώπου τὸ „κατ᾿ εἰκόνα“ τοῦ „θεοῦ“ χαρακτηρίζεται, καὶ ὅτι ἐν τῇ ἢ μὴ ἐσχηκυίᾳ ἢ μηκέτι ἐχούσῃ ψυχῇ „τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ,“ ἐκ τοῦ μὴ ἔχειν ταῦτα χρηματιζούσῃ „κατ᾿ εἰκόνα“ τοῦ κτίσαντος, φησὶ τό· οὐδ᾿ ἄνθρωπον ἐποίησεν εἰκόνα αὐτοῦ· οὐ γὰρ τοιόσδε ὁ θεὸς οὔτ᾿ ἄλλῳ εἴδει οὐδενὶ ὅμοιος. οἷον δ᾿ ἐστὶ τοῦ συνθέτου ἀνθρώπου τῷ χείρονι μέρει, λέγω δὲ τῷ σώματι, νομίζειν ἐνυπάρχειν τὸ „κατ᾿ εἰκόνα“ τοῦ „θεοῦ,“ ὡς δ᾿ ὁ Κέλσος ἐξείληφεν, αὐτὸ εἶναι τὸ „κατ᾿ εἰκόνα“ αὐτοῦ; εἰ γὰρ τὸ „κατ᾿ εἰκόνα“ τοῦ „θεοῦ“ ἐν τῷ σώματί ἐστι μόνῳ, ἐστέρηται τὸ κρεῖττον, ἡ ψυχὴ, τοῦ „κατ᾿ εἰκόνα“ καὶ ἔστιν ἐν τῷ φθαρτῷ σώματι, ὅπερ οὐδεὶς ἡμῶν λέγει. εἰ δ᾿ ἐστὶν ἐν τῷ συναμφοτέρῳ τὸ „κατ᾿ εἰκόνα“ τοῦ „θεοῦ,“ ἀνάγκη σύνθετον εἶναι τὸν θεὸν καὶ οἱονεὶ συνεστῶτα καὶ αὐτὸν ἐκ ψυχῆς καὶ σώματος, ἵνα τὸ μὲν „κατ᾿ εἰκόνα“ τὸ κρεῖττον ᾖ ἐν τῇ ψυχῇ, τὸ δ᾿ ἔλαττον καὶ κατὰ τὸ σῶμα ἐν τῷ σώματι, ὅπερ οὐδεὶς ἡμῶν φησι. λείπεται δὴ τὸ „κατ᾿ εἰκόνα“ τοῦ „θεοῦ“ ἐν τῷ καθ᾿ ἡμᾶς λεγομένῳ ἔσω ἀνθρώπῳ καὶ ἀνακαινουμένῳ καὶ πεφυκότι γίνεσθαι „κατ᾿ εἰκόνα τοῦ κτίσαντος“ νοεῖσθαι [τὸ „κατ᾿ εἰκόνα“], ὅτε γίνεταί τις „τέλειος“, „ὡς ὁ πατὴρ ὁ οὐράνιος τέλειός ἐστι“, καὶ ἀκούει ὅτι „ἅγιοι ἔσεσθε, ὅτι ἐγὼ ἅγιος κύριος ὁ θεὸς ὑμῶν,“ καὶ μανθάνων τὸ „μιμηταὶ τοῦ θεοῦ γίνεσθε“ ἀναλαμβάνει εἰς τὴν ἑαυτοῦ ἐνάρετον ψυχὴν τοὺς χαρακτῆρας τοῦ θεοῦ· ὅτε καὶ „ναός“ ἐστι τοῦ ἐν τῷ „κατ᾿ εἰκόνα“ ἀνειληφότος τοῦ θεοῦ τὰ τοῦ θεοῦ „τὸ σῶμα,“ τοῦ τοιαύτην ἔχοντος ψυχὴν καὶ ἐν τῇ ψυχῇ διὰ τὸ „κατ᾿ εἰκόνα“ τὸν θεόν.