Ancient Greek · ~5 min
ΠΡΟΣ ΤΟΝ ΕΠΙΓΕΓΡΑΜΜΕΝΟΝ ΚΕΛΣΟΥ ΑΛΗΘΗ ΛΟΓΟΝ ΩΡΙΓΕΝΟΥΣ ΤΟΜΟΣ ΕΒΔΟΜΟΣ.
Origen, Contra Celsum 65-7
Not analysed yet
Εἴρηται δὲ ἐν τοῖς ἀνωτέρω περὶ Περσῶν πρὸς τὸ νεὼς μὲν αὐτοὺς μὴ ἱδρύεσθαι σέβειν δὲ τὸν ἥλιον καὶ τὰ τοῦ θεοῦ δημιουργήματα· ὅπερ ἡμῖν ἀπαγορεύεται. διδασκομένοις μὴ λατρεύειν „τῇ κτίσει παρὰ τὸν κτίσαντα“ ἀλλ᾿ εἰδέναι μὲν ὅτι „ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ θεοῦ“ καὶ ὅτι „ἡ ἀποκαραδοκία τῆς κτίσεως τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ θεοῦ ἀπεκδέχεται“ καὶ ὅτι „τῇ ματαιότητι ἡ κτίσις ὑπετάγη, οὐχ ἑκοῦσα ἀλλὰ διὰ τὸν ὑποτάξαντα ἐπ᾿ ἐλπίδι. “καὶ μὴ μὴν καὶ δεῖν τὰ ἐπὶ· τῇ δουλείᾳ „τῆς φθορᾶς“ καὶ ἐπὶ „τῇ ματαιότητι“ ὑποτεταγμένα καὶ „ἐπ᾿ ἐλπίδι“ κρείττονι ταῦτα πράττοντα ἐν χώρᾳ τιμᾶν θεοῦ τοῦ ἀνενδεοῦς ἢ τοῦ υἱοῦ αὐτοῦ καὶ πρωτοτόκου „πάσης κτίσεως. “ἀρκεῖ τοίνυν πρὸς ἐκείνοις καὶ ταῦτα περὶ τοῦ Περσῶν ἔθνους. βωμοὺς καὶ ἀγάλματα ἐκτρεπομένων λατρευόντων δὲ „τῇ κτίσει παρὰ τὸν κτίσαντα. “ἐπεὶ δὲ καὶ τὴν Ἡρακλείτου παρέθετο λέξιν, ὑποδιηγησάμενος αὐτὴν ὑποσημαίνουσαν ἠλίθιον εἶναι τὸ „τοῖς ἀγάλμασιν“ εὔχεσθαι, ἐὰν μὴ γινώσκῃ τις „θεοὺς καὶ ἥρωας, οἵτινές εἰσι,“ λεκτέον ὅτι γινώσκειν μὲν ἔστι θεὸν καὶ τὸν μονογενῆ αὐτοῦ καὶ τοὺς τετιμημένους ὑπὸ θεοῦ τῇ θεὸς προσηγορίᾳ καὶ μετέχοντας τῆς θεότητος αὐτοῦ, ἑτέρους ὄντας παρὰ πάντας τοὺς θεοὺς „τῶν ἐθνῶν,“ „οἵτινές εἰσι“ „δαιμόνια“· οὐ μὴν δυνατόν ἐστι καὶ γινώσκειν τὸν θεὸν καὶ „τοῖς ἀγάλμασιν“ εὔχεσθαι.