Ancient Greek · ~4 min
ΠΡΟΣ ΤΟΝ ΕΠΙΓΕΓΡΑΜΜΕΝΟΝ ΚΕΛΣΟΥ ΑΛΗΘΗ ΛΟΓΟΝ ΩΡΙΓΕΝΟΥΣ ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ.
Origen, Contra Celsum 66
Not analysed yet
Καὶ μὴ θαύμαζε, εἰ μὴ πάντες βλέπουσιν οἱ πεπιστευκότες ὄχλοι τῷ Ἰησοῦ τὴν ἀνάστασιν αὐτοῦ· ὅτε ὡς μὴ χωροῦσι πλείονα Κορινθίοις ὁ Παῦλος γράφων φησίν· „ἐγὼ δὲ ἔκρινα μηδὲν εἰδέναι ἐν ὑμῖν εἰ μὴ Ἰησοῦν Χριστὸν καὶ τοῦτον ἐσταυρωμένον. “τοιοῦτον δέ ἐστι καὶ τό· „οὔπω γὰρ ἐδύνασθε· ἀλλ᾿ οὐδὲ ἔτι νῦν δύνασθε, ἔτι γὰρ σαρκικοί ἐστε. “οὕτω τοίνυν πάντα κρίσει θείᾳ ποιῶν ὁ λόγος ἀνέγραψε περὶ τοῦ Ἰησοῦ, πρὸ μὲν τοῦ πάθους ἁπαξαπλῶς φανέντος τοῖς πλείοσι καὶ τοῦτο οὐκ ἀεὶ. μετὰ δὲ τὸ πάθος οὐκέτι ὁμοίως ἐπιφαινομένου ἀλλὰ μετά τινος κρίσεως ἑκάστῳ μετρούσης τὰ δέοντα. ὥσπερ δ᾿ ἀναγέγραπται τὸ „ὤφθη ὁ θεὸς τῷ Ἀβραὰμ“ ἤ τινι τῶν ἁγίων, καὶ τὸ „ὤφθη“ τοῦτο οὐκ ἀεὶ ἐγίνετο ἀλλ᾿ ἐκ διαλειμμάτων, καὶ οὐ πᾶσιν ἐφαίνετο· οὕτω μοι νόει καὶ τὸν υἱὸν τοῦ θεοῦ ὦφθαι τῇ παραπλησίᾳ περὶ ἐκείνων εἰς τὸ ὦφθαι αὐτοῖς τὸν θεὸν κρίσει.