Ancient Greek · ~7 min
ΠΡΟΣ ΤΟΝ ΕΠΙΓΕΓΡΑΜΜΕΝΟΝ ΚΕΛΣΟΥ ΑΛΠΘΗ ΛΟΓΟΝ ΩΡΙΓΕΝΟΥΣ ΤΟΜΟΣ ΕΚΤΟΣ.
Origen, Contra Celsum 69-4
Not analysed yet
Πλήν φησιν ὁ Κέλσος ἡμᾶς ἀποκρίνεσθαι εἰκότι στοχασμῷ, ὁμολογῶν ἀναγράφειν ἡμῶν τὴν ἀπόκρισιν οὕτως ἔχουσαν· ἐπειδὴ μέγας ἐστὶ καὶ δυσθεώρητος ὁ θεὸς, πνεῦμα ἴδιον ἐμβαλὼν εἰς σῶμα ἡμῖν ὅμοιον δεῦρο κατέπεμψεν, ὡς ἂν δυνηθείημεν ἀκοῦσαι παρ᾿ αὐτοῦ καὶ μαθεῖν. οὐ μόνος δὲ μέγας καθ᾿ ἡμᾶς ἐστιν ὁ τῶν ὅλων θεὸς καὶ πατήρ· μετέδωκε γὰρ ἑαυτοῦ καὶ τῆς μεγαλειότητος τῷ μονογενεῖ καὶ πρωτοτόκῳ „πάσης κτίσεως“· ἵν᾿ „εἰκὼν“ αὐτὸς τυγχάνων „τοῦ ἀοράτου θεοῦ“ καὶ ἐν τῷ μεγέθει σῴζῃ τὴν εἰκόνα τοῦ πατρός. οὐ γὰρ οἷόν τ᾿ ἦν εἶναι σύμμετρον, ἵν᾿ οὕτως ὀνομάσω, καὶ καλὴν εἰκόνα „τοῦ ἀοράτου θεοῦ,“ μὴ καὶ τοῦ μεγέθους παριστᾶσαν τὴν εἰκόνα. ἀλλὰ καὶ ὁ θεὸς καθ᾿ ἡμᾶς τῷ μὲν μὴ εἶναι σῶμα ἀόρατός ἐστιν· τοῖς δὲ θεωρητικοῖς καρδίᾳ θεωρητὸς, τουτέστι νῷ, καρδίᾳ δὲ οὐ τῇ τυχούσῃ ἀλλὰ τῇ καθαρᾷ. οὐ γὰρ θέμις μεμολυσμένην καρδίαν ἐνορᾶν θεῷ, ἀλλὰ δεῖ καθαρὸν εἶναι τὸ τοῦ καθαροῦ κατ᾿ ἀξίαν θεωρητικόν. ἔστω δὴ καὶ δυσθεώρητος ὁ θεός· ἀλλ᾿ οὐ μόνος δυσθεώρητός ἐστι τινὶ, ἀλλὰ καὶ ὁ μονογενὴς αὐτοῦ. δυσθεώρητος γὰρ ὁ θεὸς λόγος, δυσθεώρητος δὲ οὑτωσὶ καὶ σοφία ἐστὶν, ἐν ᾗ τὰ πάντα πεποίηκεν ὁ θεός. τίς γὰρ δύναται καθ᾿ ἕκαστον τῶν πάντων τὴν σοφίαν, ἐν ᾗ ὁ θεὸς καὶ ἕκαστον τῶν πάντων πεποίηκε, (θεωρῆσαι); οὐ διὰ τὸ δυσθεώρητος οὖν ὁ θεὸς εἶναι ὡς εὐθεώρητον τὸν υἱὸν ἔπεμψεν. ἅπερ μὴ νοήσας ὁ Κέλσος εἶπεν ὡς ἐκ προσώπου ἡμῶν· διὰ τὸ δυσθεώρητος εἶναι πνεῦμα ἴδιον ἐμβαλὼν εἰς σῶμα ἡμῖν ὅμοιον δεῦρο κατέπεμψεν, ὡς ἂν δυνηθείημεν ἀκοῦσαί τε παρ᾿ αὐτοῦ καὶ μαθεῖν. ἀλλ᾿ ὡς ἀποδεδώκαμεν, καὶ ὁ υἱὸς δυσθεώρητος ὢν, ἅτε λόγος θεὸς, δι᾿ οὗ τὰ πάντα ἐγένετο, „καὶ ἐσκήνωσεν ἐν ἡμῖν. “