Ancient Greek
ΠΡΟΣ ΤΟΝ ΕΠΙΓΕΓΡΛΜΜΕΝΟΝ ΚΕΛΣΟΥ ΑΛΠΘΗ ΛΟΓΟΝ ΩΡΙΓΕΝΟΥΣ ΤΟΜΟΣ ΤΡΙΤΟΣ.
Origen, Contra Celsum 7-3
Not analysed yet
Ὁμοίως δὲ ψεῦδος τὸ Αἰγυπτίους ὄντας ἀπὸ στάσεως τὴν ἀρχὴν εἰληφέναι τοὺς Ἑβραίους, καὶ τὸ Ἰουδαίους ὄντας ἄλλους κατὰ τοὺς Ἰησοῦ χρόνους ἐστασιακέναι πρὸς τὸ κοινὸν τῶν Ἰουδαίων καὶ τῷ Ἰησοῦ κατηκολουθηκέναι. οὐδὲν γὰρ στάσεως ἔργον ἐπιδεῖξαι Χριστιανῶν ὁ Κέλσος ἢ οἱ ὁμονοοῦντες αὐτῷ δυνήσονται. καίτοι γε εἰ στάσις ἦν τῆς συστάσεως Χριστιανοῖς ἡ αἰτία, τὴν ἀρχὴν ἀπὸ Ἰουδαίων εἰληφόσιν, οἷς ἐξῆν καὶ ὅπλα ὑπὲρ τῶν οἰκείων ἀναλαβεῖν καὶ πολεμίους ἀναιρεῖν, οὔτ᾿ ἂν ὁ νομοθέτης Χριστιανῶν πάντῃ ἀναίρεσιν ἀνθρώπου ἀπηγόρευε, μή ποτε δίκαιον εἶναι διδάσκων τὸ κατ᾿ ἀνθρώπου τόλμημα τῶν ἑαυτοῦ μαθητῶν, κἂν ἀδικώτατος ἐκεῖνος ᾖ (οὐ γὰρ πρέπειν ἡγεῖτο τῇ ἐνθέῳ ἑαυτοῦ νομοθεσίᾳ τὸ συγχωρεῖν ὁποιανδήποτε ἀνθρώπου ἀναίρεσιν)· οὔτ᾿ ἂν Χριστιανοὶ οἱ ἀπὸ στάσεως ἀρξάμενοι τοὺς ἐπὶ τοσοῦτον ἡμέρους προσήκαντο νόμους, δι᾿ ὧν „ὡς πρόβατα“ μὲν ἀναιρεῖσθαι αὐτοῖς ἐγίνετο μηδέ ποτε δὲ ἀμύνασθαι οἷοί τ᾿ ἦσαν τοὺς διώκοντας. καίτοι γε βαθύτερον ἐξετάζοντα τὰ πράγματα ἔστιν εἰπεῖν περὶ μὲν τῶν ἐξεληλυθότων ἐκ γῆς Αἰγύπτου ὅτι παραδόξως ὁ πᾶς λεὼς οἱονεὶ θεοδώρητον διάλεκτον ἀθρόως ἀνείληφε τὴν καλουμένην Ἑβραίαν· ὡς καὶ τῶν παρ᾿ αὐτοῖς τις εἶπε προφητῶν ὅτι „ἐν τῷ ἐξελθεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου γλῶσσαν, ἣν οὐκ ἔγνω, ἤκουσεν. “