Ancient Greek · ~5 min
ΠΡΟΣ ΤΟΝ ΕΠΙΓΕΓΡΛΜΜΕΝΟΝ ΚΕΛΣΟΥ ΑΛΠΘΗ ΛΟΓΟΝ ΩΡΙΓΕΝΟΥΣ ΤΟΜΟΣ ΤΡΙΤΟΣ.
Origen, Contra Celsum 70-3
Not analysed yet
Εἶτα ἀνθυποφέρει ὡσπερεὶ λεγόμενον ὑφ᾿ ἡμῶν τὸ δυνήσεται πάντα ὁ θεὸς, οὐδὲ τοῦθ᾿ ὁρῶν πῶς λέλεκται, καὶ τίνα πάντα ἐν τούτῳ παραλαμβάνονται, καὶ πῶς δύναται. περὶ ων οὐκ ἀναγκαῖον νῦν λέγειν, οὐδὲ γὰρ αὐτὸς. καίτοι γε δυνάμενος πρὸς αὐτὸ στῆναι πιθανῶς. ἔστη· τάχα μηδὲ παρακολουθῶν τῇ λεχθησομένῃ ἂν κατὰ τούτου πιθανότητι, ἢ παρακολουθῶν μὲν θεωρῶν δὲ καὶ τὴν πρὸς τὸ λεγόμενον ἀπάντησιν. δύναται δὲ καθ᾿ ἡμᾶς πάντα ὁ θεὸς, ἅπερ δυνάμενος τοῦ θεὸς εἶναι καὶ τοῦ ἀγαθὸς εἶναι καὶ σοφὸς εἶναι οὐκ ἐξίσταται. ὁ δὲ Κέλσος φησὶν ὡς μὴ νοήσας, πῶς λέγεται ὁ θεὸς πάντα δύνασθαι, ὅτι οὐκ ἐθελήσει οὐδὲν ἄδικον, διδοὺς ὅτι δύναται μὲν καὶ τὸ ἄδικον, οὐ θέλει δέ. ἡμεῖς δέ φαμεν ὅτι. ὥσπερ οὐ δύναται τὸ πεφυκὸς γλυκαίνειν τῷ γλυκὺ τυγχάνειν πικράζειν παρὰ τὴν αὐτοῦ μόνην αἰτίαν. οὐδὲ τὸ πεφυκὸς φωτίζειν τῷ εἶναι φῶς σκοτίζειν, οὕτως οὐδ᾿ ὁ θεὸς δύναται ἀδικεῖν· ἐναντίον γάρ ἐστιν αὐτοῦ τῇ θειότητι καὶ τῇ κατ᾿ αὐτὴν πάσῃ δυνάμει ἡ τοῦ ἀδικεῖν δύναμις. εἰ δέ τι τῶν ὄντων δύναται ἀδικεῖν τῷ καὶ πρὸς τὸ ἀδικεῖν πεφυκέναι, δύναται ἀδικεῖν οὐκ ἔχον ἐν τῇ φύσει τὸ μηδαμῶς δύνασθαι ἀδικεῖν.