Ancient Greek · ~4 min
ΠΡΟΣ ΤΟΝ ΕΠΙΓΕΓΡΑΜΜΕΝΟΝ ΚΕΛΣΟΥ ΑΛΗΘΗ ΛΟΓΟΝ ΩΡΙΓΕΝΟΥΣ ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ.
Origen, Contra Celsum 71-2
Not analysed yet
Ἐδίδαξε δὲ ἡμᾶς ὁ Ἰησοῦς καὶ ὅστις ἦν ὁ πέμψας ἐν τῷ „οὐδεὶς ἔγνω τὸν πατέρα. εἰ μὴ ὁ υἱὸς,“ καὶ τῷ „θεὸν οὐδεὶς ἑώρακε πώποτε· καὶ μονογενής γε ὢν θεὸς. ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρὸς, ἐκεῖνος ἐξηγήσατο,“ ἐκεῖνος θεολογῶν ἀπήγγειλε τὰ περὶ θεοῦ τοῖς γνησίοις αὐτοῦ μαθηταῖς· ὧν ἴχνη ἐν τοῖς γεγραμμένοις εὑρίσκοντες ἀφορμὰς ἔχομεν θεολογεῖν. ὅπου μὲν ἀκούοντες· „ὁ θεὸς φῶς ἐστι, καὶ σκοτία οὐκ ἔστιν ἐν αὐτῷ οὐδεμία. “ὅπου δέ· „πνεῦμα ὁ θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν. “ἀλλὰ καὶ ἐφ᾿ οἷς ἔπεμψεν αὐτὸν ὁ πατὴρ μυρία ἐστὶν. ἅτινα ὁ βουλόμενος μανθανέτω, πῇ μὲν ἀπὸ τῶν προκηρυξάντων περὶ αὐτοῦ προφητῶν πῇ δ᾿ ἀπὸ τῶν εὐαγγελιστῶν· οὐκ ὀλίγα δ᾿ εἴσεται καὶ ἀπὸ τῶν ἀποστόλων καὶ μάλιστα Παύλου. ἀλλὰ καὶ τοὺς μὲν εὐσεβοῦντας οὗτος φωταγωγεῖ τοὺς δὲ ἁμαρτάνοντας κολάσει, ὅπερ οὐκ ἰδὼν ὁ Κέλσος πεποίηκε· καὶ τοὺς μἐν εὐσεβοῦντας φωταγωγήσων τοὺς δὲ ἁμαρτάνοντας ἢ μεταγνόντας ἐλεήσων.