Ancient Greek · ~5 min
ΠΡΟΣ ΤΟΝ ΕΠΙΓΕΓΡΑΜΜΕΝΟΝ ΚΕΛΣΟΥ ΑΛΗΘΗ ΛΟΤΟΝ ΩΡΙΓΕΝΟΥΣ ΤΟΜΟΣ ΤΕΤΑΡΤΟΣ.
Origen, Contra Celsum 73-3
Not analysed yet
Ἀκολούθως δὲ τῷ μὴ νενοηκέναι τὰ περὶ ὀργῆς ἀναγεγραμμένα θεοῦ φησιν· ἢ γὰρ οὐ καταγέλαστον· εἰ ἄνθρωπος μὲν ὀργισθεὶς Ἰουδαίοις πάντας αὐτοὺς ἡβηδὸν ἀπώλεσεν καὶ ἐπυρπόλησεν, οὕτως οὐδὲν ἦσαν· θεὸς δ᾿ ὁ μέγιστος. ὥς φασιν, ὀργιζόμενος καὶ θυμούμενος καὶ ἀπειλῶν πέμπει τὸν υἱὸν αὐτοῦ, καὶ τοιαῦτα πάσχει; εἴπερ οὖν Ἰουδαῖοι μετὰ τὸ διαθεῖναι τὸν Ἰησοῦν ἅπερ ἐτόλμησαν κατ᾿ αὐτοῦ ἡβηδὸν ἀπώλοντο καὶ ἐπυρπολήθησαν, οὐκ ἀπ᾿ ἄλλης ὀργῆς ἢ ἧς ἑαυτοῖς ἐθησαύρισαν ταῦτα πεπόνθασι. τῆς τοῦ θεοῦ κατ᾿ αὐτῶν κρίσεως θεοῦ καταστήματι γεγενημένης. ὀνομαζομένης ὀργῆς πατρίῳ τινὶ Ἑβραίων ἔθει„ καὶ πάσχει γε ὁ υἱὸς τοῦ μεγίστου θεοῦ βουληθεὶς ὑπὲρ τῆς τῶν ἀνθρώπων σωτηρίας, ὡς ἐν τοῖς ἀνωτέρω κατὰ τὸ δυνατὸν ἡμῖν λέλεκται. μετὰ ταῦτά φησιν· ἀλλ᾿ ὅπως μὴ περὶ μόνων Ἰουδαίων (οὐ γὰρ τοῦτο λέγω) ἀλλὰ περὶ τῆς ὅλης φύσεως, ὅπερ ἐπηγγειλάμην. ὁ λόγος ᾖ. σαφέστερον ἐμφανιῶ τὰ προειρημένα. τίς δ᾿ οὐκ ἂν τούτοις ἐντυγχάνων μέτριος καὶ αἰσθανόμενος τῆς ἀνθρωπίνης ἀσθενείας οὐκ ἂν περισταίη τὸ ἐπαχθὲς τοῦ περὶ ὅλης τῆς φύσεως ἐπαγγειλαμένου ἀποδοῦναι λόγον καὶ ἀλαζονευσαμένου ὁμοίως ᾗ ἐτόλμησεν ἐπιγράψαι ἐπιγραφῇ τοῦ βιβλίου; ἴδωμεν δὴ τίνα ἐστὶν ἃ περὶ ὅλης τῆς φύσεως ἐπαγγέλλεται λέξειν καὶ τίνα ἐμφανίσειν.