Ancient Greek
ΠΡΟΣ ΤΟΝ ΕΠΙΓΕΓΡΑΜΜΕΝΟΝ ΚΕΛΣΟΥ ΑΛΗΘΗ ΛΟΤΟΝ ΩΡΙΓΕΝΟΥΣ ΤΟΜΟΣ ΤΕΤΑΡΤΟΣ.
Origen, Contra Celsum 81-2
Not analysed yet
Οὐχ ὁρῶν δ᾿ ὁ γεννάδας, ὅσων φιλοσόφων. τὴν πρόνοιαν εἰσαγόντων καὶ διὰ τὰ λογικὰ πάντα ποιεῖν αὐτὴν λεγόντων, συναναιρεῖ τὸ ὅσον ἐφ᾿ αὑτῷ χρήσιμα δόγματα τῇ Χριστιανῶν κατὰ ταῦτα πρὸς φιλοσοφίαν συμφωνίᾳ, οὐδ᾿ ὅση βλάβη κωλυτικὴ γίνεται εὐσεβείας ἐκ τοῦ παραδέξασθαι ὅτι οὐδὲν μυρμήκων ἢ μελισσῶν διαφέρει ὁ ἄνθρωπος παρὰ τῷ θεῷ, φησὶν ὅτι, εἰ διὰ τοῦθ᾿ οἱ ἄνθρωποι διαφέρειν δοκοῦσι τῶν ἀλόγων, ἐπεὶ πόλεις ᾤκησαν καὶ χρῶνται πολιτείᾳ καὶ ἀρχαῖς καὶ ἡγεμονίαις, τοῦτ᾿ οὐδὲν πρὸς ἔπος ἐστὶ, καὶ γὰρ οἱ μύρμηκες καὶ αἱ μέλισσαι. μελίσσαις γοῦν ἐστιν ἡγεμὼν, ἔστι δ᾿ ἀκολουθία τε καὶ θεραπεία καὶ πόλεμοι καὶ νῖκαι καὶ τῶν ἡττημένων αἱρέσεις καὶ πόλεις καὶ προπόλεις γε καὶ ἔργων διαδοχὴ καὶ δίκαι κατὰ τῶν ἀργῶν τε καὶ πονηρῶν· τοὺς γοῦν κηφῆνας ἀπελαύνουσί τε καὶ κολάζουσιν. οὐδ᾿ ἐν τούτοις δὲ ἑώρακε, τίνι διαφέρει τὰ ἀπὸ λόγου καὶ λογικῆς ἐπιτελούμενα τῶν ἀπ᾿ ἀλόγου φύσεως καὶ κατασκευῆς ψιλῆς γινομένων. ὧν τὴν αἰτίαν οὐδεὶς μὲν ἐνυπάρχων τοῖς ποιοῦσι λόγος ἀναδέχεται (οὐδὲ γὰρ ἔχουσιν αὐτὸν), ὁ πρεσβύτατος δὲ καὶ υἱὸς μὲν τοῦ θεοῦ πάντων δὲ τῶν ὑποκειμένων βασιλεὺς φύσιν ἄλογον πεποίηκε, βοηθοῦσαν ὡς ἄλογον τοῖς οὐκ ἀξιωθεῖσι λόγου. πόλεις οὖν παρ᾿ ἀνθρώποις μετὰ πολλῶν ὑπέστησαν τεχνῶν καὶ διατάξεως νόμων· πολιτεῖαι δὲ καὶ ἀρχαὶ καὶ ἡγεμονίαι ἐν ἀνθρώποις ἤτοι αἳ κυρίως εἰσὶν οὕτως καλούμεναι σπουδαῖαί τινες ἕξεις καὶ ἐνέργειαι. ἢ καὶ αἱ καταχρηστικώτερον οὕτως ὀνομαζόμεναι πρὸς τὴν κατὰ τὸ δυνατὸν ἐκείνων μίμησιν· ἐκείναις γὰρ ἐνορῶντες οἱ ἐπιτετευγμένως νομοθετήσαντες συνεστήσαντο τὰς ἀρίστας πολιτείας καὶ τὰς ἀρχὰς καὶ τὰς ἡγεμονίας. ὧν οὐδὲν ἐν τοῖς ἀλόγοις ἔστιν εὑρεῖν, κἂν ὁ Κέλσος τὰ λογικὰ ὀνόματα καὶ ἐπὶ λογικῶν τεταγμένα, πόλιν καὶ πολιτείας καὶ ἀρχὰς καὶ ἡγεμονίας, ἀναφέρῃ καὶ ἐπὶ μύρμηκας καὶ μελίσσας, ἐφ᾿ οἷς οὐδαμῶς μὲν τοὺς μύρμηκας ἢ τὰς μελίσσας ἀποδεκτέον (οὐ γὰρ σὺν λογισμῷ ποιοῦσι), τὴν θείαν δὲ φύσιν θαυμαστέον, μέχρι τῶν ἀλόγων ἐκτείνασαν τὸ οἱονεὶ πρὸς τὰ λογικὰ μίμημα, τάχα πρὸς δυσωπίαν τῶν λογικῶν, ἵν᾿ ἐνορῶντες μύρμηξιν ἐργατικώτεροι γίνωνται καὶ ταμιευτικώτεροι τῶν ἑαυτοῖς χρησίμων, κατανοοῦντές τε μελίσσας πείθωνται μὲν ἡγεμονίαις διαιρῶνται δὲ τὰ χρήσιμα τῆς πολιτείας ἔργα πρὸς σωτηρίαν τῶν πόλεων.