Ancient Greek · ~5 min
ΠΡΟΣ ΤΟΝ ΕΠΙΓΕΓΡΑΜΜΕΝΟΝ ΚΕΛΣΟΥ ΑΛΗΘΗ ΛΟΤΟΝ ΩΡΙΓΕΝΟΥΣ ΤΟΜΟΣ ΤΕΤΑΡΤΟΣ.
Origen, Contra Celsum 92
Not analysed yet
Κατὰ δὲ ἡμᾶς δαίμονές τινες φαῦλοι καὶ. ἵν᾿ οὕτως ὀνομάσω, τιτανικοὶ ἢ γιγάντιοι, ἀσεβεῖς πρὸς τὸ ἀληθῶς θεῖον καὶ τοὺς ἐν οὐρανῷ ἀγγέλους γεγενημένοι καὶ πεσόντες ἐξ οὐρανοῦ καὶ περὶ τὰ παχύτερα τῶν σωμάτων καὶ ἀκάθαρτα ἐπὶ γῆς καλινδούμενοι. ἔχοντές τι περὶ τῶν μελλόντων διορατικὸν. ἅτε γυμνοὶ τῶν γηΐνων σωμάτων τυγχάνοντες, καὶ περὶ (τὸ) τοιοῦτον ἔργον καταγινόμενοι, βουλόμενοι ἀπάγειν τοῦ ἀληθινοῦ θεοῦ τὸ τῶν ἀνθρώπων γένος, ὑποδύνονται τῶν ζῴων τὰ ἁρπακτικώτερα καὶ ἀγριώτερα καὶ ἄλλα πανουργότερα καὶ κινοῦσιν αὐτὰ πρὸς ὃ βούλονται. ὅτε βούλονται. ἢ τὰς φαντασίας τῶν τοιωνδὶ ζῴων τρέπουσιν ἐπὶ πτήσεις καὶ κινήσεις τοιάσδε· ἵν᾿ ἄνθρωποι διὰ τῆς ἐν τοῖς ἀλόγοις ζῴοις ἁλισκόμενοι μαντικῆς θεὸν μὲν τὸν περιέχοντα τὰ ὅλα μὴ ζητῶσι μηδὲ τὴν καθαρὰν θεοσέβειαν ἐξετάσωσι, πέσωσι δὲ τῷ λογισμῷ ἐπὶ τὴν γῆν (καὶ) τοὺς ὄρνεις καὶ τοὺς δράκοντας ἔτι δ᾿ ἀλώπεκας καὶ λύκους. καὶ γὰρ παρατετήρηται τοῖς περὶ· ταῦτα δεινοῖς ὅτι αἱ ἐναργέστεραι προγνώσεις διὰ τῶν τοιούτων ζῴων γίνονται. ἅτε μὴ δυναμένων τῶν δαιμόνων ἐν τοῖς ἡμερωτέροις τῶν ζῴων τοσοῦτον, ὅσον δύνανται διὰ τὸ παραπλήσιον τῆς κακίας καὶ οὐ κακίαν μὲν οἱονεὶ δὲ κακίαν οὖσαν ἐν τοῖς τοιοισδὶ τῶν ζῴων ἐνεργῆσαι τάδε τὰ ζῷα.