Ancient Greek · ~5 min
Section 1
Origen, De Engastrimytho 1
Not analysed yet
Τὰ ἀναγνωσθέντα πλείονά ἐστιν, καὶ ἐπεὶ χρὴ ἐπιτεμνόμενον εἰπεῖν, δ' εἰσὶν περικοπαί. ἀνεγνώσθη τὰ ἑξῆς τῶν περὶ Νάβαλ Καρμήλιον. εἶτα μετὰ τοῦτο ἡ ἱστορία ἡ περὶ τοῦ κεκρύφθαι τὸν Δαβὶδ παρὰ τοῖς Ζιφαίοις καὶ διαβεβλῆσθαι αὐτὸν ὑπ’ αὐτῶν, ἐληλυθέναι δὲ τὸν Σαοὺλ βουλόμενον λαβεῖν τὸν Δαβὶδ καὶ ἐληλυθότα ἐπιτηρῆσαι καιρόν, ἐπεληλυθέναι τε τῷ Σαοὺλ τὸν Δαβὶδ καὶ εἰληφέναι, κοιμωμένου αὐτοῦ καὶ τῶν φρουρούντων αὐτόν, »τὸ δόρυ καὶ τὸν φακὸν τοῦ ὕδατος« καὶ μετὰ τοῦτο ἔλεγχον προσενηνοχέναι τοῖς πεπιστευμένοις μὲν φυλάττειν αὐτόν, ἀποκοιμηθεῖσιν δέ. εἶτα τὰ] ἑξῆς ἡ ἱστορία ἦν ἡ τρίτη, ὅτι κατέφυγε »πρὸς Ἀγχοὺς υἱὸν Ἀμμὰχ βασιλέα Γὲθ« ὁ Δαβίδ, καὶ ὅσην εὗρε χάριν παρ’ αὐτῷ μετὰ τά πολλὰ ἀνδραγαθήματα ὁ Δαβίδ, πρὸς ὃν »ἀρχισωματοφύλακα θήσομαί σε« φησίν. ἑξῆς τούτοις ἦν ἡ ἱστορία ἡ διαβόητος ἡ περὶ τῆς ἐγγαστριμύθου καὶ περὶ τοῦ Σαμουήλ, ὅτι ἔδοξεν ἀνενηνοχέναι ἡ ἐγγαστρίμυθος τὸν Σαμουὴλ καὶ ὁ Σαμουὴλ προφητεύει τῷ Σαούλ. τεσσάρων οὐσῶν περικοπῶν, ὧν ἑκάστη πράγματα οὐκ ὀλίγα ἔχει, ἀλλὰ καὶ τοὺς δυναμένους ἐξετάζειν δυνάμενα ἀσχολῆσαι ὥρας οὐ μιᾶς συνάξεως ἀλλὰ καὶ πλειόνων, ὁτίποτε βούλεται ὁ ἐπίσκοπος προτεινάτω τῶν τεσσάρων, ἴνα περὶ τοῦτο ἀσχοληθῶμεν. τὰ περὶ τῆς ἐγγαστριμύθου, φησίν, ἐξεταζέσθω.