Ancient Greek · ~13 min
Section 4
Origen, De Engastrimytho 4.1
Not analysed yet
Ταῦτα μὲν ἐρεῖ ὀ μὴ βουλόμενος ἀγῶνα παραδέξασθαι, ὅτι Σαμουήλ ἐστιν ὄντως ὁ ἀναχθείς· ἐπεὶ δὲ δεῖ εὐγνώμονα εἶναι ἐν τῷ ἀκούειν τῶν γραφῶν, πιθανῶς καταβομβήσαντος ἡμῶν τοῦ λόγου καὶ ἀληθῶς δυναμένου ταράξαι καὶ κινῆσαι ἡμᾶς, ἴδωμεν πότερόν ποτε νενόηται ἡ γραφὴ τῷ τοῦτο μὴ παραδεξαμένῳ, ἢ ἀπὸ ἐνδόξων μὲν ἐπιχειρεῖ, ἐναντία δὲ λέγει τοῖς γεγραμμένοις. τίνα γάρ ἐστιν τὰ γεγραμμένα; »καὶ εἶπεν ἡ γυνή· τίνα ἀναγάγω σοι; ‘τίνος πρόσωπόν ἐστιν τὸ λέγον· »εἶπεν ἡ γυνή«; ἀρα τὸ πρόσωπον τοῦ ἁγίου πνεύματος, ἐξ οὗ πεπίστευται ἀναγεγράφθαι ἡ γραφή, ἢ ἄλλου τινός; τὸ γάρ διηγηματικὸν πρόσωπον πανταχοῦ ὡς ἴσασιν καὶ οἱ περὶ παντοδαποὺς γενόμενοι λόγους) ἐστὶ πρόσωπον τοῦ συγγραφέως· συγγραφεὺς δ’ ἐπὶ τούτων τῶν λόγων πεπίστευται εἶναι οὐκ ἄνθρωπος, ἀλλὰ συγγραφεὺς τὸ πνεῦμα τὸ ἅγιον τὸ κινῆσαν τοὺς ἀνθρώπους. οὐκοῦν τὸ πνεῦμα τὸ ἅγιον λέγει· »καὶ εἶπεν ἡ γυνή· τίνα ἀναγάγω σοι; καὶ εἶπεν· Σαμουὴλ μοι«. τίς λέγει· »καὶ εἶδεν ἡ γυνὴ τὸν Σαμουήλ, καὶ ἐβόησεν ἡ γυνὴ φωνῇ μεγάλῃ λέγουσα«; ἐροῦμεν πρὸς ἐκεῖνον τὸν τοσαῦτα ἡμῶν καταβομβήσαντα καὶ μυρία εἰρηκότα ὡς ἄρα Σαμουὴλ οὐκ ἠν ἐν ᾅδου· »εἶδεν ἡ γυνὴ τὸν Σαμουήλ«, ἡ διηγηματικὴ φωνὴ τοῦτο ἔφησεν, »καὶ ἐβόησεν ἡ γυνὴ φωνῇ μεγάλῃ καὶ εἶπεν πρὸς Σαούλ· ἵνα τί παρελογίσω με; καὶ σὺ εἶ Σαούλ. καὶ εἶπεν αὐτῇ ὁ βασιλεύς· τί γάρ ἐστιν; μὴ φοβοῦ· τί ἑώρακας; καὶ εἶπεν ἡ γυνὴ πρὸς τὸν Σαούλ· θεοὺς εἶδον ἀναβαίνοντας ἐκ τῆς γῆς. καὶ εἶπεν αὐτῇ· τί τὸ εἶδος αὐτοῖς; καὶ εἶπεν αὐτῷ· ἀνὴρ πρεσβύτερος ἀναβαίνων, καὶ αὐτὸς περιβεβλημένος διπλοΐδα ἐφούδ«. λέγει αὐτὴν ἑωρακέναι καὶ τὸ ἱμάτιον τὸ ἱερατικόν. οἶδα δὲ ὅτι ὁ ἐκ τοῦ ἐκ τοῦ] λόγου λέγει· »οὐ θαῦμα· αὐτὸς γὰρ ὁ σατανᾶς μετασχηματίζεται εἰς ἄγγελον φωτός. οὐ μέγα οὖν, εἰ καὶ οἱ διάκονοι αὐτοῦ μετασχηματίζονται ὡς διάκονοι δικαιοσύνης«. ἀλλὰ τί ἐστιν ὅπερ »εἶδεν ἡ γυνή«; »τὸν Σαμουήλ«. καὶ διὰ τί οὐκ εἴρηται· εἶδεν ἡ γυνὴ δαιμόνιον, ὃ προσεποιεῖτο εἶναι Σαμουήλ; ἀλλὰ γέγραπται ὅτι »ἔγνω Σαοὺλ ὅτι Σαμουήλ ἐστιν«. εἰ μὴ ἦν Σαμουήλ, ἔδει γεγράφθαι· ἐνόμιζεν Σαοὺλ εἶναι αὐτὸν Σαμουήλ. νῦν δὲ γέγραπται· »ἔγνω Σαούλ«, οὐδεὶς δὲ ἔγνω τὸ μὴ ὄν· »ἔγνω« οὐν »Σαοὺλ ὅτι Σαμουήλ ἐστιν« »καὶ ἔπεσεν ||ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν καὶ προσεκύνησεν‘. εἶτα πάλιν τὸ πρόσωπον τῆς γραφῆς· »καὶ εἶπεν Σαμουὴλ πρὸς Σαούλ· ἵνα τί παρώργισάς με τοῦ ἀναγαγεῖν με; «εἶπεν‘ φησὶν ἡ γραφὴ ᾗ δεῖ πιστεύειν) »εἶπεν Σαμουήλ· ἵνα τί παρώργισάς με τοῦ ἀναγαγεῖν με; «εἶτα πρὸς τοῦτο ἀποκρίνεται Σαούλ· »σφόδρα οἱ ἀλλόφυλοι πολεμοῦσιν ἐν ἐμοί, καὶ ὁ θεὸς ἀπέστη ἀπ’ ἐμοῦ καὶ οὐκ ἀπεκρίθη μοι ἔτι, καίγε ἐν χειρὶ τῶν προφητῶν καὶ ἐν τοῖς ἐνυπνίοις ἐκάλεσα τοῦ δηλῶσαί μοι τί ποιήσω«. πάλιν ἡ γραφὴ οὐκ ἄλλως εἶπεν, ἀλλ’ ὅτι αὐτὸς Σαμουὴλ ἔφη· »καὶ ἵνα τί ἐπηρώτησάς με; καὶ κύριος ἀπέστη ἀπὸ σοῦ((. ἀληθεύει ἢ ψεύδεται ταῦτα λέγων· κύριος ἀπέστη ἀπὸ σοῦ καὶ ἐγενήθη κατὰ σοῦ καὶ ἐποίησεν ἄλλον αὑτῷ, ὃν τρόπον ἐλάλησεν ἐν χειρί μου, καὶ διαρρήξει τὴν βασιλείαν ἐκ χειρός ,καὶ δαιμόνιον προφητεύει περὶ βασιλείας Ἰσραηλιτικῆς; τί φησιν ὁ ἐναντίος λόγος; ὁρᾶτε ὅσος ἀγών ἐστιν ἐν τῷ λόγῳ τοῦ θεοῦ, χρείαν ἔχων καὶ ἀκροατῶν δυναμένων ἁγίων ἀκούειν λόγων, μεγάλων καὶ ἀπορρήτων τῶν περὶ τῆς ἐξόδου, ἔτι ἐπαπορουμένων τε τῶν προτέρων οὐδὲ τῶν δευτέρων σαφῶν ὄντων.